TITUS
Novum Testamentum graece
Part No. 68
Previous part

Chapter: 24 
Verse: 1    τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρϑρου βαϑέως ἐπὶ τὸ μνῆμα ἦλϑον ϕέρουσαι ἡτοίμασαν ἀρώματα.
Verse: 2    
εὗρον δὲ τὸν λίϑον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου,
Verse: 3    
εἰσελϑοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα τοῦ [κυρίου] ᾽Ιησοῦ
Verse: 4    
καὶ ἐγένετο ἐν τῷ ἀπορεῖσϑαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσϑῆτι ἀστραπτούσῃ.
Verse: 5    
ἐμϕόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπα εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς, Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;
Verse: 6    
οὐκ ἔστιν ὧδε, ἀλλὰ ἠγέρϑη. μνήσϑητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ,
Verse: 7    
λέγων τὸν υἱὸν τοῦ ἀνϑρώπου ὅτι δεῖ παραδοϑῆναι εἰς χεῖρας ἀνϑρώπων ἁμαρτωλῶν καὶ σταυρωϑῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.
Verse: 8    
καὶ ἐμνήσϑησαν τῶν ῥημάτων αὐτοῦ,
Verse: 9    
καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς.
Verse: 10    
ἦσαν δὲ Μαγδαληνὴ Μαρία καὶ ᾽Ιωάννα καὶ Μαρία ᾽Ιακώβου· καὶ αἱ λοιπαὶ σὺν αὐταῖς ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα.
Verse: 11    
καὶ ἐϕάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα ταῦτα, καὶ ἠπίστουν αὐταῖς.
Verse: 12    
῾Ο δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀϑόνια μόνα· καὶ ἀπῆλϑεν πρὸς ἑαυτὸν ϑαυμάζων τὸ γεγονός.
Verse: 13    
Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ ᾽Ιερουσαλήμ, ὄνομα ᾽Εμμαοῦς,
Verse: 14    
καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων.
Verse: 15    
καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς ᾽Ιησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς,
Verse: 16    
οἱ δὲ ὀϕϑαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν.
Verse: 17    
εἶπεν δὲ πρὸς αὐτούς, Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες; καὶ ἐστάϑησαν σκυϑρωποί.
Verse: 18    
ἀποκριϑεὶς δὲ εἷς ὀνόματι Κλεοπᾶς εἶπεν πρὸς αὐτόν, Σὺ μόνος παροικεῖς ᾽Ιερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;
Verse: 19    
καὶ εἶπεν αὐτοῖς, Ποῖα; οἱ δὲ εἶπαν αὐτῷ, Τὰ περὶ ᾽Ιησοῦ τοῦ Ναζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ προϕήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ ϑεοῦ καὶ παντὸς τοῦ λαοῦ,
Verse: 20    
ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα ϑανάτου καὶ ἐσταύρωσαν αὐτόν.
Verse: 21    
ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν μέλλων λυτροῦσϑαι τὸν ᾽Ισραήλ· ἀλλά γε καὶ σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ἄγει ἀϕ' οὗ ταῦτα ἐγένετο.
Verse: 22    
ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς· γενόμεναι ὀρϑριναὶ ἐπὶ τὸ μνημεῖον
Verse: 23    
καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλϑον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν.
Verse: 24    
καὶ ἀπῆλϑόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως καϑὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον.
Verse: 25    
καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς, ῏Ω ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προϕῆται·
Verse: 26    
οὐχὶ ταῦτα ἔδει παϑεῖν τὸν Χριστὸν καὶ εἰσελϑεῖν εἰς τὴν δόξαν αὐτοῦ;
Verse: 27    
καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προϕητῶν διερμήνευσεν αὐτοῖς ἐν πάσαις ταῖς γραϕαῖς τὰ περὶ ἑαυτοῦ.
Verse: 28    
Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιήσατο πορρώτερον πορεύεσϑαι.
Verse: 29    
καὶ παρεβιάσαντο αὐτὸν λέγοντες, Μεῖνον μεϑ' ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν ἤδη ἡμέρα. καὶ εἰσῆλϑεν τοῦ μεῖναι σὺν αὐτοῖς.
Verse: 30    
καὶ ἐγένετο ἐν τῷ κατακλιϑῆναι αὐτὸν μετ' αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς·
Verse: 31    
αὐτῶν δὲ διηνοίχϑησαν οἱ ὀϕϑαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄϕαντος ἐγένετο ἀπ' αὐτῶν.
Verse: 32    
καὶ εἶπαν πρὸς ἀλλήλους, Οὐχὶ καρδία ἡμῶν καιομένη ἦν [ἐν ἡμῖν] ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, ὡς διήνοιγεν ἡμῖν τὰς γραϕάς;
Verse: 33    
καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς ᾽Ιερουσαλήμ, καὶ εὗρον ἠϑροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς,
Verse: 34    
λέγοντας ὅτι ὄντως ἠγέρϑη κύριος καὶ ὤϕϑη Σίμωνι.
Verse: 35    
καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσϑη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
Verse: 36    
Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν.
Verse: 37    
πτοηϑέντες δὲ καὶ ἔμϕοβοι γενόμενοι ἐδόκουν πνεῦμα ϑεωρεῖν.
Verse: 38    
καὶ εἶπεν αὐτοῖς, Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν τῇ καρδίᾳ ὑμῶν;
Verse: 39    
ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι ἐγώ εἰμι αὐτός· ψηλαϕήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καϑὼς ἐμὲ ϑεωρεῖτε ἔχοντα.
Verse: 40    
καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.
Verse: 41    
ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ ϑαυμαζόντων εἶπεν αὐτοῖς, ῎Εχετέ τι βρώσιμον ἐνϑάδε;
Verse: 42    
οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχϑύος ὀπτοῦ μέρος·
Verse: 43    
καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔϕαγεν.
Verse: 44    
Εἶπεν δὲ πρὸς αὐτούς, Οὗτοι οἱ λόγοι μου οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωϑῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ τοῖς προϕήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ.
Verse: 45    
τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραϕάς.
Verse: 46    
καὶ εἶπεν αὐτοῖς ὅτι Οὕτως γέγραπται παϑεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ,
Verse: 47    
καὶ κηρυχϑῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄϕεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔϑνη ἀρξάμενοι ἀπὸ ᾽Ιερουσαλήμ·
Verse: 48    
ὑμεῖς μάρτυρες τούτων.
Verse: 49    
καὶ [ἰδοὺ] ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐϕ' ὑμᾶς· ὑμεῖς δὲ καϑίσατε ἐν τῇ πόλει ἕως οὗ ἐνδύσησϑε ἐξ ὕψους δύναμιν.
Verse: 50    
᾽Εξήγαγεν δὲ αὐτοὺς [ἔξω] ἕως πρὸς Βηϑανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.
Verse: 51    
καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ' αὐτῶν καὶ ἀνεϕέρετο εἰς τὸν οὐρανόν.
Verse: 52    
καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς ᾽Ιερουσαλὴμ μετὰ χαρᾶς μεγάλης,
Verse: 53    
καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ εὐλογοῦντες τὸν ϑεόν.





Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.