TITUS
Novum Testamentum graece
Part No. 33
Previous part

Chapter: 5 
Verse: 1    Καὶ ἦλϑον εἰς τὸ πέραν τῆς ϑαλάσσης εἰς τὴν χώραν τῶν Γερασηνῶν.
Verse: 2    
καὶ ἐξελϑόντος αὐτοῦ ἐκ τοῦ πλοίου [εὐϑὺς] ὑπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνϑρωπος ἐν πνεύματι ἀκαϑάρτῳ,
Verse: 3    
ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν· καὶ οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι,
Verse: 4    
διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσϑαι καὶ διεσπάσϑαι ὑπ' αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖϕϑαι, καὶ οὐδεὶς ἴσχυεν αὐτὸν δαμάσαι·
Verse: 5    
καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίϑοις.
Verse: 6    
καὶ ἰδὼν τὸν ᾽Ιησοῦν ἀπὸ μακρόϑεν ἔδραμεν καὶ προσεκύνησεν αὐτῷ,
Verse: 7    
καὶ κράξας ϕωνῇ μεγάλῃ λέγει, Τί ἐμοὶ καὶ σοί, ᾽Ιησοῦ υἱὲ τοῦ ϑεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν ϑεόν, μή με βασανίσῃς.
Verse: 8    
ἔλεγεν γὰρ αὐτῷ, ῎Εξελϑε τὸ πνεῦμα τὸ ἀκάϑαρτον ἐκ τοῦ ἀνϑρώπου.
Verse: 9    
καὶ ἐπηρώτα αὐτόν, Τί ὄνομά σοι; καὶ λέγει αὐτῷ, Λεγιὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν.
Verse: 10    
καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτοὺς ἀποστείλῃ ἔξω τῆς χώρας.
Verse: 11    
῏Ην δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη·
Verse: 12    
καὶ παρεκάλεσαν αὐτὸν λέγοντες, Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλϑωμεν.
Verse: 13    
καὶ ἐπέτρεψεν αὐτοῖς. καὶ ἐξελϑόντα τὰ πνεύματα τὰ ἀκάϑαρτα εἰσῆλϑον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν ϑάλασσαν, ὡς δισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ ϑαλάσσῃ.
Verse: 14    
καὶ οἱ βόσκοντες αὐτοὺς ἔϕυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἦλϑον ἰδεῖν τί ἐστιν τὸ γεγονός.
Verse: 15    
καὶ ἔρχονται πρὸς τὸν ᾽Ιησοῦν, καὶ ϑεωροῦσιν τὸν δαιμονιζόμενον καϑήμενον ἱματισμένον καὶ σωϕρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγιῶνα, καὶ ἐϕοβήϑησαν.
Verse: 16    
καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων.
Verse: 17    
καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελϑεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν.
Verse: 18    
καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν δαιμονισϑεὶς ἵνα μετ' αὐτοῦ .
Verse: 19    
καὶ οὐκ ἀϕῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, ῞Υπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ἀπάγγειλον αὐτοῖς ὅσα κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε.
Verse: 20    
καὶ ἀπῆλϑεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ᾽Ιησοῦς, καὶ πάντες ἐϑαύμαζον.
Verse: 21    
Καὶ διαπεράσαντος τοῦ ᾽Ιησοῦ πάλιν εἰς τὸ πέραν συνήχϑη ὄχλος πολὺς ἐπ' αὐτόν, καὶ ἦν παρὰ τὴν ϑάλασσαν.
Verse: 22    
καὶ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι ᾽Ιάϊρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ
Verse: 23    
καὶ παρακαλεῖ αὐτὸν πολλὰ λέγων ὅτι Τὸ ϑυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλϑὼν ἐπιϑῇς τὰς χεῖρας αὐτῇ ἵνα σωϑῇ καὶ ζήσῃ.
Verse: 24    
καὶ ἀπῆλϑεν μετ' αὐτοῦ. Καὶ ἠκολούϑει αὐτῷ ὄχλος πολύς, καὶ συνέϑλιβον αὐτόν.
Verse: 25    
καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος δώδεκα ἔτη
Verse: 26    
καὶ πολλὰ παϑοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ' αὐτῆς πάντα καὶ μηδὲν ὠϕεληϑεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλϑοῦσα,
Verse: 27    
ἀκούσασα περὶ τοῦ ᾽Ιησοῦ, ἐλϑοῦσα ἐν τῷ ὄχλῳ ὄπισϑεν ἥψατο τοῦ ἱματίου αὐτοῦ·
Verse: 28    
ἔλεγεν γὰρ ὅτι ᾽Εὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ σωϑήσομαι.
Verse: 29    
καὶ εὐϑὺς ἐξηράνϑη πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος.
Verse: 30    
καὶ εὐϑὺς ᾽Ιησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελϑοῦσαν ἐπιστραϕεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν, Τίς μου ἥψατο τῶν ἱματίων;
Verse: 31    
καὶ ἔλεγον αὐτῷ οἱ μαϑηταὶ αὐτοῦ, Βλέπεις τὸν ὄχλον συνϑλίβοντά σε, καὶ λέγεις, Τίς μου ἥψατο;
Verse: 32    
καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν.
Verse: 33    
δὲ γυνὴ ϕοβηϑεῖσα καὶ τρέμουσα, εἰδυῖα γέγονεν αὐτῇ, ἦλϑεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήϑειαν.
Verse: 34    
δὲ εἶπεν αὐτῇ, Θυγάτηρ, πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσϑι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
Verse: 35    
῎Ετι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι ῾Η ϑυγάτηρ σου ἀπέϑανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον;
Verse: 36    
δὲ ᾽Ιησοῦς παρακούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ, Μὴ ϕοβοῦ, μόνον πίστευε.
Verse: 37    
καὶ οὐκ ἀϕῆκεν οὐδένα μετ' αὐτοῦ συνακολουϑῆσαι εἰ μὴ τὸν Πέτρον καὶ ᾽Ιάκωβον καὶ ᾽Ιωάννην τὸν ἀδελϕὸν ᾽Ιακώβου.
Verse: 38    
καὶ ἔρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ ϑεωρεῖ ϑόρυβον καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά,
Verse: 39    
καὶ εἰσελϑὼν λέγει αὐτοῖς, Τί ϑορυβεῖσϑε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέϑανεν ἀλλὰ καϑεύδει.
Verse: 40    
καὶ κατεγέλων αὐτοῦ. αὐτὸς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ' αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον·
Verse: 41    
καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ, Ταλιϑα κουμ, ἐστιν μεϑερμηνευόμενον Τὸ κοράσιον, σοὶ λέγω, ἔγειρε.
Verse: 42    
καὶ εὐϑὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν εὐϑὺς ἐκστάσει μεγάλῃ.
Verse: 43    
καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο, καὶ εἶπεν δοϑῆναι αὐτῇ ϕαγεῖν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.