TITUS
Novum Testamentum graece
Part No. 34
Previous part

Chapter: 6 
Verse: 1    Καὶ ἐξῆλϑεν ἐκεῖϑεν, καὶ ἔρχεται εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουϑοῦσιν αὐτῷ οἱ μαϑηταὶ αὐτοῦ.
Verse: 2    
καὶ γενομένου σαββάτου ἤρξατο διδάσκειν ἐν τῇ συναγωγῇ· καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες, Πόϑεν τούτῳ ταῦτα, καὶ τίς σοϕία δοϑεῖσα τούτῳ ἵνα καὶ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γίνωνται;
Verse: 3    
οὐχ οὗτός ἐστιν τέκτων, υἱὸς τῆς Μαρίας καὶ ἀδελϕὸς ᾽Ιακώβου καὶ ᾽Ιωσῆτος καὶ ᾽Ιούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελϕαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ.
Verse: 4    
καὶ ἔλεγεν αὐτοῖς ᾽Ιησοῦς ὅτι Οὐκ ἔστιν προϕήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενεῦσιν αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.
Verse: 5    
καὶ οὐκ ἐδύνατο ἐκεῖ ποιῆσαι οὐδεμίαν δύναμιν, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιϑεὶς τὰς χεῖρας ἐϑεράπευσεν·
Verse: 6    
καὶ ἐϑαύμαζεν διὰ τὴν ἀπιστίαν αὐτῶν.
   
/ Καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων.
Verse: 7    
καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαϑάρτων·
Verse: 8    
καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν ἄρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον, μὴ ἄρτον, μὴ πήραν, μὴ εἰς τὴν ζώνην χαλκόν,
Verse: 9    
ἀλλὰ ὑποδεδεμένους σανδάλια καὶ μὴ ἐνδύσασϑαι δύο χιτῶνας.
Verse: 10    
καὶ ἔλεγεν αὐτοῖς, ῞Οπου ἐὰν εἰσέλϑητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλϑητε ἐκεῖϑεν.
Verse: 11    
καὶ ὃς ἂν τόπος μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖϑεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς.
Verse: 12    
Καὶ ἐξελϑόντες ἐκήρυξαν ἵνα μετανοῶσιν,
Verse: 13    
καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειϕον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐϑεράπευον.
Verse: 14    
Καὶ ἤκουσεν βασιλεὺς ῾Ηρῴδης, ϕανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ἔλεγον ὅτι ᾽Ιωάννης βαπτίζων ἐγήγερται ἐκ νεκρῶν, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ.
Verse: 15    
ἄλλοι δὲ ἔλεγον ὅτι ᾽Ηλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προϕήτης ὡς εἷς τῶν προϕητῶν.
Verse: 16    
ἀκούσας δὲ ῾Ηρῴδης ἔλεγεν, ῝Ον ἐγὼ ἀπεκεϕάλισα ᾽Ιωάννην, οὗτος ἠγέρϑη.
Verse: 17    
Αὐτὸς γὰρ ῾Ηρῴδης ἀποστείλας ἐκράτησεν τὸν ᾽Ιωάννην καὶ ἔδησεν αὐτὸν ἐν ϕυλακῇ διὰ ῾Ηρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελϕοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν·
Verse: 18    
ἔλεγεν γὰρ ᾽Ιωάννης τῷ ῾Ηρῴδῃ ὅτι Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελϕοῦ σου.
Verse: 19    
δὲ ῾Ηρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤϑελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο·
Verse: 20    
γὰρ ῾Ηρῴδης ἐϕοβεῖτο τὸν ᾽Ιωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ ἐποίει, καὶ ἡδέως αὐτοῦ ἤκουεν.
Verse: 21    
Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε ῾Ηρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίησεν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας,
Verse: 22    
καὶ εἰσελϑούσης τῆς ϑυγατρὸς αὐτοῦ ῾Ηρῳδιάδος καὶ ὀρχησαμένης, ἤρεσεν τῷ ῾Ηρῴδῃ καὶ τοῖς συνανακειμένοις. εἶπεν βασιλεὺς τῷ κορασίῳ, Αἴτησόν με ἐὰν ϑέλῃς, καὶ δώσω σοι·
Verse: 23    
καὶ ὤμοσεν αὐτῇ [πολλά], ῞Ο τι ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου.
Verse: 24    
καὶ ἐξελϑοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς, Τί αἰτήσωμαι; δὲ εἶπεν, Τὴν κεϕαλὴν ᾽Ιωάννου τοῦ βαπτίζοντος.
Verse: 25    
καὶ εἰσελϑοῦσα εὐϑὺς μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα, Θέλω ἵνα ἐξαυτῆς δῷς μοι ἐπὶ πίνακι τὴν κεϕαλὴν ᾽Ιωάννου τοῦ βαπτιστοῦ.
Verse: 26    
καὶ περίλυπος γενόμενος βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς ἀνακειμένους οὐκ ἠϑέλησεν ἀϑετῆσαι αὐτήν·
Verse: 27    
καὶ εὐϑὺς ἀποστείλας βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ἐνέγκαι τὴν κεϕαλὴν αὐτοῦ. καὶ ἀπελϑὼν ἀπεκεϕάλισεν αὐτὸν ἐν τῇ ϕυλακῇ
Verse: 28    
καὶ ἤνεγκεν τὴν κεϕαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς.
Verse: 29    
καὶ ἀκούσαντες οἱ μαϑηταὶ αὐτοῦ ἦλϑον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔϑηκαν αὐτὸ ἐν μνημείῳ.
Verse: 30    
Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν ᾽Ιησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα ὅσα ἐποιήσαν καὶ ὅσα ἐδίδαξαν.
Verse: 31    
καὶ λέγει αὐτοῖς, Δεῦτε ὑμεῖς αὐτοὶ κατ' ἰδίαν εἰς ἔρημον τόπον καὶ ἀναπαύσασϑε ὀλίγον. ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ ϕαγεῖν εὐκαίρουν.
Verse: 32    
καὶ ἀπῆλϑον ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον κατ' ἰδίαν.
Verse: 33    
καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶ ἐπέγνωσαν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλϑον αὐτούς.
Verse: 34    
καὶ ἐξελϑὼν εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσϑη ἐπ' αὐτοὺς ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.
Verse: 35    
Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελϑόντες [αὐτῷ] οἱ μαϑηταὶ αὐτοῦ ἔλεγον ὅτι ῎Ερημός ἐστιν τόπος, καὶ ἤδη ὥρα πολλή·
Verse: 36    
ἀπόλυσον αὐτούς, ἵνα ἀπελϑόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς τί ϕάγωσιν.
Verse: 37    
δὲ ἀποκριϑεὶς εἶπεν αὐτοῖς, Δότε αὐτοῖς ὑμεῖς ϕαγεῖν. καὶ λέγουσιν αὐτῷ, ᾽Απελϑόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ δώσωμεν αὐτοῖς ϕαγεῖν;
Verse: 38    
δὲ λέγει αὐτοῖς, Πόσους ἄρτους ἔχετε; ὑπάγετε ἴδετε. καὶ γνόντες λέγουσιν, Πέντε, καὶ δύο ἰχϑύας.
Verse: 39    
καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ.
Verse: 40    
καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ κατὰ ἑκατὸν καὶ κατὰ πεντήκοντα.
Verse: 41    
καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχϑύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαϑηταῖς [αὐτοῦ] ἵνα παρατιϑῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχϑύας ἐμέρισεν πᾶσιν.
Verse: 42    
καὶ ἔϕαγον πάντες καὶ ἐχορτάσϑησαν·
Verse: 43    
καὶ ἦραν κλάσματα δώδεκα κοϕίνων πληρώματα καὶ ἀπὸ τῶν ἰχϑύων.
Verse: 44    
καὶ ἦσαν οἱ ϕαγόντες [τοὺς ἄρτους] πεντακισχίλιοι ἄνδρες.
Verse: 45    
Καὶ εὐϑὺς ἠνάγκασεν τοὺς μαϑητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηϑσαϊδάν, ἕως αὐτὸς ἀπολύει τὸν ὄχλον.
Verse: 46    
καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλϑεν εἰς τὸ ὄρος προσεύξασϑαι.
Verse: 47    
καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς ϑαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς.
Verse: 48    
καὶ ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ἄνεμος ἐναντίος αὐτοῖς, περὶ τετάρτην ϕυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς ϑαλάσσης· καὶ ἤϑελεν παρελϑεῖν αὐτούς.
Verse: 49    
οἱ δὲ ἰδόντες αὐτὸν ἐπὶ τῆς ϑαλάσσης περιπατοῦντα ἔδοξαν ὅτι ϕάντασμά ἐστιν, καὶ ἀνέκραξαν·
Verse: 50    
πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχϑησαν. δὲ εὐϑὺς ἐλάλησεν μετ' αὐτῶν, καὶ λέγει αὐτοῖς, Θαρσεῖτε, ἐγώ εἰμι· μὴ ϕοβεῖσϑε.
Verse: 51    
καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ἄνεμος. καὶ λίαν [ἐκ περισσοῦ] ἐν ἑαυτοῖς ἐξίσταντο,
Verse: 52    
οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, ἀλλ' ἦν αὐτῶν καρδία πεπωρωμένη.
Verse: 53    
Καὶ διαπεράσαντες ἐπὶ τὴν γῆν ἦλϑον εἰς Γεννησαρὲτ καὶ προσωρμίσϑησαν.
Verse: 54    
καὶ ἐξελϑόντων αὐτῶν ἐκ τοῦ πλοίου εὐϑὺς ἐπιγνόντες αὐτὸν
Verse: 55    
περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιϕέρειν ὅπου ἤκουον ὅτι ἐστίν.
Verse: 56    
καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας εἰς πόλεις εἰς ἀγροὺς ἐν ταῖς ἀγοραῖς ἐτίϑεσαν τοὺς ἀσϑενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἥψαντο αὐτοῦ ἐσῴζοντο.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.