TITUS
Novum Testamentum graece
Part No. 35
Previous part

Chapter: 7 
Verse: 1    Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλϑόντες ἀπὸ ῾Ιεροσολύμων
Verse: 2    
καὶ ἰδόντες τινὰς τῶν μαϑητῶν αὐτοῦ ὅτι κοιναῖς χερσίν, τοῦτ' ἔστιν ἀνίπτοις, ἐσϑίουσιν τοὺς ἄρτους
Verse: 3    
οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ ᾽Ιουδαῖοι ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσϑίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων,
Verse: 4    
καὶ ἀπ' ἀγορᾶς ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσϑίουσιν, καὶ ἄλλα πολλά ἐστιν παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων [καὶ κλινῶν]
Verse: 5    
καὶ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, Διὰ τί οὐ περιπατοῦσιν οἱ μαϑηταί σου κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ κοιναῖς χερσὶν ἐσϑίουσιν τὸν ἄρτον;
Verse: 6    
δὲ εἶπεν αὐτοῖς, Καλῶς ἐπροϕήτευσεν ᾽Ησαίας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται ὅτι Οὗτος λαὸς τοῖς χείλεσίν με τιμᾷ, δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ·
Verse: 7    
μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνϑρώπων.
Verse: 8    
ἀϕέντες τὴν ἐντολὴν τοῦ ϑεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ἀνϑρώπων.
Verse: 9    
Καὶ ἔλεγεν αὐτοῖς, Καλῶς ἀϑετεῖτε τὴν ἐντολὴν τοῦ ϑεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν στήσητε.
Verse: 10    
Μωϋσῆς γὰρ εἶπεν, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καί, ῾Ο κακολογῶν πατέρα μητέρα ϑανάτῳ τελευτάτω·
Verse: 11    
ὑμεῖς δὲ λέγετε, ᾽Εὰν εἴπῃ ἄνϑρωπος τῷ πατρὶ τῇ μητρί, Κορβᾶν, ἐστιν, Δῶρον, ἐὰν ἐξ ἐμοῦ ὠϕεληϑῇς,
Verse: 12    
οὐκέτι ἀϕίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ τῇ μητρί,
Verse: 13    
ἀκυροῦντες τὸν λόγον τοῦ ϑεοῦ τῇ παραδόσει ὑμῶν παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
Verse: 14    
Καὶ προσκαλεσάμενος πάλιν τὸν ὄχλον ἔλεγεν αὐτοῖς, ᾽Ακούσατέ μου πάντες καὶ σύνετε.
Verse: 15    
οὐδέν ἐστιν ἔξωϑεν τοῦ ἀνϑρώπου εἰσπορευόμενον εἰς αὐτὸν δύναται κοινῶσαι αὐτόν· ἀλλὰ τὰ ἐκ τοῦ ἀνϑρώπου ἐκπορευόμενά ἐστιν τὰ κοινοῦντα τὸν ἄνϑρωπον.
Verse: 16    
(*ει τις εχει ωτα ακουειν ακουετω*)
Verse: 17    
Καὶ ὅτε εἰσῆλϑεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαϑηταὶ αὐτοῦ τὴν παραβολήν.
Verse: 18    
καὶ λέγει αὐτοῖς, Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωϑεν εἰσπορευόμενον εἰς τὸν ἄνϑρωπον οὐ δύναται αὐτὸν κοινῶσαι,
Verse: 19    
ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν ἀλλ' εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀϕεδρῶνα ἐκπορεύεται; καϑαρίζων πάντα τὰ βρώματα.
Verse: 20    
ἔλεγεν δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνϑρώπου ἐκπορευόμενον ἐκεῖνο κοινοῖ τὸν ἄνϑρωπον·
Verse: 21    
ἔσωϑεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνϑρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, πορνεῖαι, κλοπαί, ϕόνοι,
Verse: 22    
μοιχεῖαι, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀϕϑαλμὸς πονηρός, βλασϕημία, ὑπερηϕανία, ἀϕροσύνη·
Verse: 23    
πάντα ταῦτα τὰ πονηρὰ ἔσωϑεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνϑρωπον.
Verse: 24    
᾽Εκεῖϑεν δὲ ἀναστὰς ἀπῆλϑεν εἰς τὰ ὅρια Τύρου. καὶ εἰσελϑὼν εἰς οἰκίαν οὐδένα ἤϑελεν γνῶναι, καὶ οὐκ ἠδυνήϑη λαϑεῖν·
Verse: 25    
ἀλλ' εὐϑὺς ἀκούσασα γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ ϑυγάτριον αὐτῆς πνεῦμα ἀκάϑαρτον, ἐλϑοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ·
Verse: 26    
δὲ γυνὴ ἦν ῾Ελληνίς, Συροϕοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς ϑυγατρὸς αὐτῆς.
Verse: 27    
καὶ ἔλεγεν αὐτῇ, ῎Αϕες πρῶτον χορτασϑῆναι τὰ τέκνα, οὐ γάρ ἐστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ τοῖς κυναρίοις βαλεῖν.
Verse: 28    
δὲ ἀπεκρίϑη καὶ λέγει αὐτῷ, Κύριε, καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσϑίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων.
Verse: 29    
καὶ εἶπεν αὐτῇ, Διὰ τοῦτον τὸν λόγον ὕπαγε, ἐξελήλυϑεν ἐκ τῆς ϑυγατρός σου τὸ δαιμόνιον.
Verse: 30    
καὶ ἀπελϑοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυϑός.
Verse: 31    
Καὶ πάλιν ἐξελϑὼν ἐκ τῶν ὁρίων Τύρου ἦλϑεν διὰ Σιδῶνος εἰς τὴν ϑάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως.
Verse: 32    
καὶ ϕέρουσιν αὐτῷ κωϕὸν καὶ μογιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιϑῇ αὐτῷ τὴν χεῖρα.
Verse: 33    
καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ' ἰδίαν ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ,
Verse: 34    
καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν, καὶ λέγει αὐτῷ, Εϕϕαϑα, ἐστιν, Διανοίχϑητι.
Verse: 35    
καὶ [εὐϑέως] ἠνοίγησαν αὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύϑη δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρϑῶς.
Verse: 36    
καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ λέγωσιν· ὅσον δὲ αὐτοῖς διεστέλλετο, αὐτοὶ μᾶλλον περισσότερον ἐκήρυσσον.
Verse: 37    
καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες, Καλῶς πάντα πεποίηκεν· καὶ τοὺς κωϕοὺς ποιεῖ ἀκούειν καὶ [τοὺς] ἀλάλους λαλεῖν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.