TITUS
Novum Testamentum graece
Part No. 36
Previous part

Chapter: 8 
Verse: 1    ᾽Εν ἐκείναις ταῖς ἡμέραις πάλιν πολλοῦ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί ϕάγωσιν, προσκαλεσάμενος τοὺς μαϑητὰς λέγει αὐτοῖς,
Verse: 2    
Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί ϕάγωσιν·
Verse: 3    
καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυϑήσονται ἐν τῇ ὁδῷ· καί τινες αὐτῶν ἀπὸ μακρόϑεν ἥκασιν.
Verse: 4    
καὶ ἀπεκρίϑησαν αὐτῷ οἱ μαϑηταὶ αὐτοῦ ὅτι Πόϑεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ' ἐρημίας;
Verse: 5    
καὶ ἠρώτα αὐτούς, Πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπαν, ῾Επτά.
Verse: 6    
καὶ παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαϑηταῖς αὐτοῦ ἵνα παρατιϑῶσιν καὶ παρέϑηκαν τῷ ὄχλῳ.
Verse: 7    
καὶ εἶχον ἰχϑύδια ὀλίγα· καὶ εὐλογήσας αὐτὰ εἶπεν καὶ ταῦτα παρατιϑέναι.
Verse: 8    
καὶ ἔϕαγον καὶ ἐχορτάσϑησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας.
Verse: 9    
ἦσαν δὲ ὡς τετρακισχίλιοι. καὶ ἀπέλυσεν αὐτούς.
Verse: 10    
Καὶ εὐϑὺς ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαϑητῶν αὐτοῦ ἦλϑεν εἰς τὰ μέρη Δαλμανουϑά.
Verse: 11    
Καὶ ἐξῆλϑον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ' αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν.
Verse: 12    
καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει, Τί γενεὰ αὕτη ζητεῖ σημεῖον; ἀμὴν λέγω ὑμῖν, εἰ δοϑήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.
Verse: 13    
καὶ ἀϕεὶς αὐτοὺς πάλιν ἐμβὰς ἀπῆλϑεν εἰς τὸ πέραν.
Verse: 14    
Καὶ ἐπελάϑοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεϑ' ἑαυτῶν ἐν τῷ πλοίῳ.
Verse: 15    
καὶ διεστέλλετο αὐτοῖς λέγων, ῾Ορᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης ῾Ηρῴδου.
Verse: 16    
καὶ διελογίζοντο πρὸς ἀλλήλους ὅτι ῎Αρτους οὐκ ἔχομεν.
Verse: 17    
καὶ γνοὺς λέγει αὐτοῖς, Τί διαλογίζεσϑε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν;
Verse: 18    
ὀϕϑαλμοὺς ἔχοντες οὐ βλέπετε καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε;καὶ οὐ μνημονεύετε,
Verse: 19    
ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοϕίνους κλασμάτων πλήρεις ἤρατε; λέγουσιν αὐτῷ, Δώδεκα.
Verse: 20    
῞Οτε τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; καὶ λέγουσιν [αὐτῷ], ῾Επτά.
Verse: 21    
καὶ ἔλεγεν αὐτοῖς, Οὔπω συνίετε;
Verse: 22    
Καὶ ἔρχονται εἰς Βηϑσαϊδάν. καὶ ϕέρουσιν αὐτῷ τυϕλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.
Verse: 23    
καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυϕλοῦ ἐξήνεγκεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιϑεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτόν, Εἴ τι βλέπεις;
Verse: 24    
καὶ ἀναβλέψας ἔλεγεν, Βλέπω τοὺς ἀνϑρώπους, ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας.
Verse: 25    
εἶτα πάλιν ἐπέϑηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀϕϑαλμοὺς αὐτοῦ, καὶ διέβλεψεν, καὶ ἀπεκατέστη, καὶ ἐνέβλεπεν τηλαυγῶς ἅπαντα.
Verse: 26    
καὶ ἀπέστειλεν αὐτὸν εἰς οἶκον αὐτοῦ λέγων, Μηδὲ εἰς τὴν κώμην εἰσέλϑῃς.
Verse: 27    
Καὶ ἐξῆλϑεν ᾽Ιησοῦς καὶ οἱ μαϑηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαϑητὰς αὐτοῦ λέγων αὐτοῖς, Τίνα με λέγουσιν οἱ ἄνϑρωποι εἶναι;
Verse: 28    
οἱ δὲ εἶπαν αὐτῷ λέγοντες [ὅτι] ᾽Ιωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι, ᾽Ηλίαν, ἄλλοι δὲ ὅτι εἷς τῶν προϕητῶν.
Verse: 29    
καὶ αὐτὸς ἐπηρώτα αὐτούς, ῾Υμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριϑεὶς Πέτρος λέγει αὐτῷ, Σὺ εἶ Χριστός.
Verse: 30    
καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ.
Verse: 31    
Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνϑρώπου πολλὰ παϑεῖν καὶ ἀποδοκιμασϑῆναι ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανϑῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι·
Verse: 32    
καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος Πέτρος αὐτὸν ἤρξατο ἐπιτιμᾶν αὐτῷ.
Verse: 33    
δὲ ἐπιστραϕεὶς καὶ ἰδὼν τοὺς μαϑητὰς αὐτοῦ ἐπετίμησεν Πέτρῳ καὶ λέγει, ῞Υπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ ϕρονεῖς τὰ τοῦ ϑεοῦ ἀλλὰ τὰ τῶν ἀνϑρώπων.
Verse: 34    
Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαϑηταῖς αὐτοῦ εἶπεν αὐτοῖς, Εἴ τις ϑέλει ὀπίσω μου ἐλϑεῖν, ἀπαρνησάσϑω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουϑείτω μοι.
Verse: 35    
ὃς γὰρ ἐὰν ϑέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ' ἂν ἀπολέσει τὴν ψυχὴν αὐτοῦ ἕνεκεν [ἐμοῦ καὶ] τοῦ εὐαγγελίου σώσει αὐτήν.
Verse: 36    
τί γὰρ ὠϕελεῖ ἄνϑρωπον κερδῆσαι τὸν κόσμον ὅλον καὶ ζημιωϑῆναι τὴν ψυχὴν αὐτοῦ;
Verse: 37    
τί γὰρ δοῖ ἄνϑρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;
Verse: 38    
ὃς γὰρ ἐὰν ἐπαισχυνϑῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ υἱὸς τοῦ ἀνϑρώπου ἐπαισχυνϑήσεται αὐτὸν ὅταν ἔλϑῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.