TITUS
Novum Testamentum graece
Part No. 37
Previous part

Chapter: 9 
Verse: 1    Καὶ ἔλεγεν αὐτοῖς, ᾽Αμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες ὧδε τῶν ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται ϑανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ ϑεοῦ ἐληλυϑυῖαν ἐν δυνάμει. /
Verse: 2    
Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ᾽Ιησοῦς τὸν Πέτρον καὶ τὸν ᾽Ιάκωβον καὶ τὸν ᾽Ιωάννην, καὶ ἀναϕέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ' ἰδίαν μόνους. καὶ μετεμορϕώϑη ἔμπροσϑεν αὐτῶν,
Verse: 3    
καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα λευκὰ λίαν οἷα γναϕεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτως λευκᾶναι.
Verse: 4    
καὶ ὤϕϑη αὐτοῖς ᾽Ηλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ ᾽Ιησοῦ.
Verse: 5    
καὶ ἀποκριϑεὶς Πέτρος λέγει τῷ ᾽Ιησοῦ, ῾Ραββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ ᾽Ηλίᾳ μίαν.
Verse: 6    
οὐ γὰρ ᾔδει τί ἀποκριϑῇ, ἔκϕοβοι γὰρ ἐγένοντο.
Verse: 7    
καὶ ἐγένετο νεϕέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἐγένετο ϕωνὴ ἐκ τῆς νεϕέλης, Οὗτός ἐστιν υἱός μου ἀγαπητός, ἀκούετε αὐτοῦ.
Verse: 8    
καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον ἀλλὰ τὸν ᾽Ιησοῦν μόνον μεϑ' ἑαυτῶν.
Verse: 9    
Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἶδον διηγήσωνται, εἰ μὴ ὅταν υἱὸς τοῦ ἀνϑρώπου ἐκ νεκρῶν ἀναστῇ.
Verse: 10    
καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι.
Verse: 11    
καὶ ἐπηρώτων αὐτὸν λέγοντες, ῞Οτι λέγουσιν οἱ γραμματεῖς ὅτι ᾽Ηλίαν δεῖ ἐλϑεῖν πρῶτον;
Verse: 12    
δὲ ἔϕη αὐτοῖς, ᾽Ηλίας μὲν ἐλϑὼν πρῶτον ἀποκαϑιστάνει πάντα, καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνϑρώπου ἵνα πολλὰ πάϑῃ καὶ ἐξουδενηϑῇ;
Verse: 13    
ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ ᾽Ηλίας ἐλήλυϑεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ἤϑελον, καϑὼς γέγραπται ἐπ' αὐτόν.
Verse: 14    
Καὶ ἐλϑόντες πρὸς τοὺς μαϑητὰς εἶδον ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας πρὸς αὐτούς.
Verse: 15    
καὶ εὐϑὺς πᾶς ὄχλος ἰδόντες αὐτὸν ἐξεϑαμβήϑησαν, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν.
Verse: 16    
καὶ ἐπηρώτησεν αὐτούς, Τί συζητεῖτε πρὸς αὑτούς;
Verse: 17    
καὶ ἀπεκρίϑη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου, Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον·
Verse: 18    
καὶ ὅπου ἐὰν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν, καὶ ἀϕρίζει καὶ τρίζει τοὺς ὀδόντας καὶ ξηραίνεται· καὶ εἶπα τοῖς μαϑηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν.
Verse: 19    
δὲ ἀποκριϑεὶς αὐτοῖς λέγει, ῏Ω γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; ϕέρετε αὐτὸν πρός με.
Verse: 20    
καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν τὸ πνεῦμα εὐϑὺς συνεσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀϕρίζων.
Verse: 21    
καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ, Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; δὲ εἶπεν, ᾽Εκ παιδιόϑεν·
Verse: 22    
καὶ πολλάκις καὶ εἰς πῦρ αὐτὸν ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ' εἴ τι δύνῃ, βοήϑησον ἡμῖν σπλαγχνισϑεὶς ἐϕ' ἡμᾶς.
Verse: 23    
δὲ ᾽Ιησοῦς εἶπεν αὐτῷ, Τὸ Εἰ δύνῃ πάντα δυνατὰ τῷ πιστεύοντι.
Verse: 24    
εὐϑὺς κράξας πατὴρ τοῦ παιδίου ἔλεγεν, Πιστεύω· βοήϑει μου τῇ ἀπιστίᾳ.
Verse: 25    
ἰδὼν δὲ ᾽Ιησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαϑάρτῳ λέγων αὐτῷ, Τὸ ἄλαλον καὶ κωϕὸν πνεῦμα, ἐγὼ ἐπιτάσσω σοι, ἔξελϑε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλϑῃς εἰς αὐτόν.
Verse: 26    
καὶ κράξας καὶ πολλὰ σπαράξας ἐξῆλϑεν· καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε τοὺς πολλοὺς λέγειν ὅτι ἀπέϑανεν.
Verse: 27    
δὲ ᾽Ιησοῦς κρατήσας τῆς χειρὸς αὐτοῦ ἤγειρεν αὐτόν, καὶ ἀνέστη.
Verse: 28    
καὶ εἰσελϑόντος αὐτοῦ εἰς οἶκον οἱ μαϑηταὶ αὐτοῦ κατ' ἰδίαν ἐπηρώτων αὐτόν, ῞Οτι ἡμεῖς οὐκ ἠδυνήϑημεν ἐκβαλεῖν αὐτό;
Verse: 29    
καὶ εἶπεν αὐτοῖς, Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελϑεῖν εἰ μὴ ἐν προσευχῇ.
Verse: 30    
Κἀκεῖϑεν ἐξελϑόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤϑελεν ἵνα τις γνοῖ·
Verse: 31    
ἐδίδασκεν γὰρ τοὺς μαϑητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ῾Ο υἱὸς τοῦ ἀνϑρώπου παραδίδοται εἰς χεῖρας ἀνϑρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανϑεὶς μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.
Verse: 32    
οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐϕοβοῦντο αὐτὸν ἐπερωτῆσαι. /
Verse: 33    
Καὶ ἦλϑον εἰς Καϕαρναούμ. καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς, Τί ἐν τῇ ὁδῷ διελογίζεσϑε;
Verse: 34    
οἱ δὲ ἐσιώπων, πρὸς ἀλλήλους γὰρ διελέχϑησαν ἐν τῇ ὁδῷ τίς μείζων.
Verse: 35    
καὶ καϑίσας ἐϕώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς, Εἴ τις ϑέλει πρῶτος εἶναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος.
Verse: 36    
καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς,
Verse: 37    
῝Ος ἂν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἂν ἐμὲ δέχηται, οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με.
Verse: 38    
῎Εϕη αὐτῷ ᾽Ιωάννης, Διδάσκαλε, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούϑει ἡμῖν.
Verse: 39    
δὲ ᾽Ιησοῦς εἶπεν, Μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με·
Verse: 40    
ὃς γὰρ οὐκ ἔστιν καϑ' ἡμῶν, ὑπὲρ ἡμῶν ἐστιν.
Verse: 41    
῝Ος γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ὀνόματι ὅτι Χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ ἀπολέσῃ τὸν μισϑὸν αὐτοῦ.
Verse: 42    
Καὶ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων [εἰς ἐμέ], καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν ϑάλασσαν.
Verse: 43    
Καὶ ἐὰν σκανδαλίζῃ σε χείρ σου, ἀπόκοψον αὐτήν· καλόν ἐστίν σε κυλλὸν εἰσελϑεῖν εἰς τὴν ζωὴν τὰς δύο χεῖρας ἔχοντα ἀπελϑεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον.
Verse: 44    
(*οπου ο σκωληξ αυτων ου τελευτα και το πυρ ου σβενννυται*)
Verse: 45    
καὶ ἐὰν πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν σε εἰσελϑεῖν εἰς τὴν ζωὴν χωλὸν τοὺς δύο πόδας ἔχοντα βληϑῆναι εἰς τὴν γέενναν.
Verse: 46    
(*οπου ο σκωληξ αυτων ου τελευτα και το πυρ ου σβενννυται*)
Verse: 47    
καὶ ἐὰν ὀϕϑαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν σέ ἐστιν μονόϕϑαλμον εἰσελϑεῖν εἰς τὴν βασιλείαν τοῦ ϑεοῦ δύο ὀϕϑαλμοὺς ἔχοντα βληϑῆναι εἰς τὴν γέενναν,
Verse: 48    
ὅπου σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται·
Verse: 49    
πᾶς γὰρ πυρὶ ἁλισϑήσεται.
Verse: 50    
Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ἅλα, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.