TITUS
Text collection: NT 
NOVUM TESTAMENTVM

graece


Electronical edition
prepared by the
Center for Computer Analysis of Texts
at the University of Pennsylvania (CCAT);
TITUS version by J. Gippert,
Frankfurt, November 1996 / 28.2.1998 / 30.6.1998 / 1.6.2000 / 19.4.2002 / 29.1.2005 / 9.12.2008





Book: Mt. 
ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ

Euangelium secundum Matthaeum




Chapter: 1 
Verse: 1    Βίβλος γενέσεως ᾽Ιησοῦ Χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ ᾽Αβραάμ.
Verse: 2    
᾽Αβραὰμ ἐγέννησεν τὸν ᾽Ισαάκ, ᾽Ισαὰκ δὲ ἐγέννησεν τὸν ᾽Ιακώβ, ᾽Ιακὼβ δὲ ἐγέννησεν τὸν ᾽Ιούδαν καὶ τοὺς ἀδελϕοὺς αὐτοῦ,
Verse: 3    
᾽Ιούδας δὲ ἐγέννησεν τὸν Φάρες καὶ τὸν Ζάρα ἐκ τῆς Θαμάρ, Φάρες δὲ ἐγέννησεν τὸν ῾Εσρώμ, ῾Εσρὼμ δὲ ἐγέννησεν τὸν ᾽Αράμ,
Verse: 4    
᾽Αρὰμ δὲ ἐγέννησεν τὸν ᾽Αμιναδάβ, ᾽Αμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών,
Verse: 5    
Σαλμὼν δὲ ἐγέννησεν τὸν Βόες ἐκ τῆς ῾Ραχάβ, Βόες δὲ ἐγέννησεν τὸν ᾽Ιωβὴδ ἐκ τῆς ῾Ρούϑ, ᾽Ιωβὴδ δὲ ἐγέννησεν τὸν ᾽Ιεσσαί,
Verse: 6    
᾽Ιεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυὶδ τὸν βασιλέα. Δαυὶδ δὲ ἐγέννησεν τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου,
Verse: 7    
Σολομὼν δὲ ἐγέννησεν τὸν ῾Ροβοάμ, ῾Ροβοὰμ δὲ ἐγέννησεν τὸν ᾽Αβιά, ᾽Αβιὰ δὲ ἐγέννησεν τὸν ᾽Ασάϕ,
Verse: 8    
᾽Ασὰϕ δὲ ἐγέννησεν τὸν ᾽Ιωσαϕάτ, ᾽Ιωσαϕὰτ δὲ ἐγέννησεν τὸν ᾽Ιωράμ, ᾽Ιωρὰμ δὲ ἐγέννησεν τὸν ᾽Οζίαν,
Verse: 9    
᾽Οζίας δὲ ἐγέννησεν τὸν ᾽Ιωαϑάμ, ᾽Ιωαϑὰμ δὲ ἐγέννησεν τὸν ᾽Αχάζ, ᾽Αχὰζ δὲ ἐγέννησεν τὸν ῾Εζεκίαν,
Verse: 10    
῾Εζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησεν τὸν ᾽Αμώς, ᾽Αμὼς δὲ ἐγέννησεν τὸν ᾽Ιωσίαν,
Verse: 11    
᾽Ιωσίας δὲ ἐγέννησεν τὸν ᾽Ιεχονίαν καὶ τοὺς ἀδελϕοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.
Verse: 12    
Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος ᾽Ιεχονίας ἐγέννησεν τὸν Σαλαϑιήλ, Σαλαϑιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβαβέλ,
Verse: 13    
Ζοροβαβὲλ δὲ ἐγέννησεν τὸν ᾽Αβιούδ, ᾽Αβιοὺδ δὲ ἐγέννησεν τὸν ᾽Ελιακίμ, ᾽Ελιακὶμ δὲ ἐγέννησεν τὸν ᾽Αζώρ,
Verse: 14    
᾽Αζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησεν τὸν ᾽Αχίμ, ᾽Αχὶμ δὲ ἐγέννησεν τὸν ᾽Ελιούδ,
Verse: 15    
᾽Ελιοὺδ δὲ ἐγέννησεν τὸν ᾽Ελεάζαρ, ᾽Ελεάζαρ δὲ ἐγέννησεν τὸν Ματϑάν, Ματϑὰν δὲ ἐγέννησεν τὸν ᾽Ιακώβ,
Verse: 16    
᾽Ιακὼβ δὲ ἐγέννησεν τὸν ᾽Ιωσὴϕ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήϑη ᾽Ιησοῦς λεγόμενος Χριστός.
Verse: 17    
Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ ᾽Αβραὰμ ἕως Δαυὶδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες.
Verse: 18    
Τοῦ δὲ ᾽Ιησοῦ Χριστοῦ γένεσις οὕτως ἦν. μνηστευϑείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ ᾽Ιωσήϕ, πρὶν συνελϑεῖν αὐτοὺς εὑρέϑη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου.
Verse: 19    
᾽Ιωσὴϕ δὲ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ ϑέλων αὐτὴν δειγματίσαι, ἐβουλήϑη λάϑρᾳ ἀπολῦσαι αὐτήν.
Verse: 20    
ταῦτα δὲ αὐτοῦ ἐνϑυμηϑέντος ἰδοὺ ἄγγελος κυρίου κατ' ὄναρ ἐϕάνη αὐτῷ λέγων, ᾽Ιωσὴϕ υἱὸς Δαυίδ, μὴ ϕοβηϑῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηϑὲν ἐκ πνεύματός ἐστιν ἁγίου·
Verse: 21    
τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾽Ιησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.
Verse: 22    
Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωϑῇ τὸ ῥηϑὲν ὑπὸ κυρίου διὰ τοῦ προϕήτου λέγοντος,
Verse: 23    
᾽Ιδοὺ παρϑένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ ᾽Εμμανουήλ, ἐστιν μεϑερμηνευόμενον Μεϑ' ἡμῶν ϑεός.
Verse: 24    
ἐγερϑεὶς δὲ [ὁ] ᾽Ιωσὴϕ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ἄγγελος κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ·
Verse: 25    
καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν υἱόν· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ᾽Ιησοῦν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.