TITUS
Novum Testamentum graece
Part No. 11
Previous part

Chapter: 11 
Verse: 1    Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ᾽Ιησοῦς διατάσσων τοῖς δώδεκα μαϑηταῖς αὐτοῦ, μετέβη ἐκεῖϑεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν. /
Verse: 2    
῾Ο δὲ ᾽Ιωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ πέμψας διὰ τῶν μαϑητῶν αὐτοῦ
Verse: 3    
εἶπεν αὐτῷ, Σὺ εἶ ἐρχόμενος ἕτερον προσδοκῶμεν;
Verse: 4    
καὶ ἀποκριϑεὶς ᾽Ιησοῦς εἶπεν αὐτοῖς, Πορευϑέντες ἀπαγγείλατε ᾽Ιωάννῃ ἀκούετε καὶ βλέπετε·
Verse: 5    
τυϕλοὶ ἀναβλέπουσιν καὶ χωλοὶ περιπατοῦσιν, λεπροὶ καϑαρίζονται καὶ κωϕοὶ ἀκούουσιν, καὶ νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται·
Verse: 6    
καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισϑῇ ἐν ἐμοί.
Verse: 7    
Τούτων δὲ πορευομένων ἤρξατο ᾽Ιησοῦς λέγειν τοῖς ὄχλοις περὶ ᾽Ιωάννου, Τί ἐξήλϑατε εἰς τὴν ἔρημον ϑεάσασϑαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
Verse: 8    
ἀλλὰ τί ἐξήλϑατε ἰδεῖν; ἄνϑρωπον ἐν μαλακοῖς ἠμϕιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ ϕοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν.
Verse: 9    
ἀλλὰ τί ἐξήλϑατε ἰδεῖν; προϕήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προϕήτου.
Verse: 10    
οὗτός ἐστιν περὶ οὗ γέγραπται, ᾽Ιδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσϑέν σου.
Verse: 11    
ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων ᾽Ιωάννου τοῦ βαπτιστοῦ· δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν.
Verse: 12    
ἀπὸ δὲ τῶν ἡμερῶν ᾽Ιωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.
Verse: 13    
πάντες γὰρ οἱ προϕῆται καὶ νόμος ἕως ᾽Ιωάννου ἐπροϕήτευσαν·
Verse: 14    
καὶ εἰ ϑέλετε δέξασϑαι, αὐτός ἐστιν ᾽Ηλίας μέλλων ἔρχεσϑαι.
Verse: 15    
ἔχων ὦτα ἀκουέτω.
Verse: 16    
Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; ὁμοία ἐστὶν παιδίοις καϑημένοις ἐν ταῖς ἀγοραῖς προσϕωνοῦντα τοῖς ἑτέροις
Verse: 17    
λέγουσιν, Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασϑε· ἐϑρηνήσαμεν καὶ οὐκ ἐκόψασϑε.
Verse: 18    
ἦλϑεν γὰρ ᾽Ιωάννης μήτε ἐσϑίων μήτε πίνων, καὶ λέγουσιν, Δαιμόνιον ἔχει·
Verse: 19    
ἦλϑεν υἱὸς τοῦ ἀνϑρώπου ἐσϑίων καὶ πίνων, καὶ λέγουσιν, ᾽Ιδοὺ ἄνϑρωπος ϕάγος καὶ οἰνοπότης, τελωνῶν ϕίλος καὶ ἁμαρτωλῶν. καὶ ἐδικαιώϑη σοϕία ἀπὸ τῶν ἔργων αὐτῆς.
Verse: 20    
Τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν·
Verse: 21    
Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηϑσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν.
Verse: 22    
πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ὑμῖν.
Verse: 23    
καὶ σύ, Καϕαρναούμ, μὴ ἕως οὐρανοῦ ὑψωϑήσῃ; ἕως ᾅδου καταβήσῃ. ὅτι εἰ ἐν Σοδόμοις ἐγενήϑησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμεινεν ἂν μέχρι τῆς σήμερον.
Verse: 24    
πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως σοί.
Verse: 25    
᾽Εν ἐκείνῳ τῷ καιρῷ ἀποκριϑεὶς ᾽Ιησοῦς εἶπεν, ᾽Εξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἔκρυψας ταῦτα ἀπὸ σοϕῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις·
Verse: 26    
ναί, πατήρ, ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσϑέν σου.
Verse: 27    
Πάντα μοι παρεδόϑη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ υἱὸς καὶ ἐὰν βούληται υἱὸς ἀποκαλύψαι.
Verse: 28    
Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεϕορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.
Verse: 29    
ἄρατε τὸν ζυγόν μου ἐϕ' ὑμᾶς καὶ μάϑετε ἀπ' ἐμοῦ, ὅτι πραύς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν·
Verse: 30    
γὰρ ζυγός μου χρηστὸς καὶ τὸ ϕορτίον μου ἐλαϕρόν ἐστιν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.