TITUS
Novum Testamentum graece
Part No. 15
Previous part

Chapter: 15 
Verse: 1    Τότε προσέρχονται τῷ ᾽Ιησοῦ ἀπὸ ῾Ιεροσολύμων Φαρισαῖοι καὶ γραμματεῖς λέγοντες,
Verse: 2    
Διὰ τί οἱ μαϑηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶν ὅταν ἄρτον ἐσϑίωσιν.
Verse: 3    
δὲ ἀποκριϑεὶς εἶπεν αὐτοῖς, Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ ϑεοῦ διὰ τὴν παράδοσιν ὑμῶν;
Verse: 4    
γὰρ ϑεὸς εἶπεν, Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί, ῾Ο κακολογῶν πατέρα μητέρα ϑανάτῳ τελευτάτω·
Verse: 5    
ὑμεῖς δὲ λέγετε, ῝Ος ἂν εἴπῃ τῷ πατρὶ τῇ μητρί, Δῶρον ἐὰν ἐξ ἐμοῦ ὠϕεληϑῇς,
Verse: 6    
οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ· καὶ ἠκυρώσατε τὸν λόγον τοῦ ϑεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.
Verse: 7    
ὑποκριταί, καλῶς ἐπροϕήτευσεν περὶ ὑμῶν ᾽Ησαίας λέγων,
Verse: 8    
῾Ο λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ·
Verse: 9    
μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνϑρώπων.
Verse: 10    
Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς, ᾽Ακούετε καὶ συνίετε·
Verse: 11    
οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνϑρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνϑρωπον.
Verse: 12    
Τότε προσελϑόντες οἱ μαϑηταὶ λέγουσιν αὐτῷ, Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσϑησαν;
Verse: 13    
δὲ ἀποκριϑεὶς εἶπεν, Πᾶσα ϕυτεία ἣν οὐκ ἐϕύτευσεν πατήρ μου οὐράνιος ἐκριζωϑήσεται.
Verse: 14    
ἄϕετε αὐτούς· τυϕλοί εἰσιν ὁδηγοί· τυϕλὸς δὲ τυϕλὸν ἐὰν ὁδηγῇ, ἀμϕότεροι εἰς βόϑυνον πεσοῦνται.
Verse: 15    
᾽Αποκριϑεὶς δὲ Πέτρος εἶπεν αὐτῷ, Φράσον ἡμῖν τὴν παραβολήν.
Verse: 16    
δὲ εἶπεν, ᾽Ακμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;
Verse: 17    
οὐ νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀϕεδρῶνα ἐκβάλλεται;
Verse: 18    
τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνϑρωπον.
Verse: 19    
ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, ϕόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασϕημίαι.
Verse: 20    
ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνϑρωπον, τὸ δὲ ἀνίπτοις χερσὶν ϕαγεῖν οὐ κοινοῖ τὸν ἄνϑρωπον.
Verse: 21    
Καὶ ἐξελϑὼν ἐκεῖϑεν ᾽Ιησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.
Verse: 22    
καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελϑοῦσα ἔκραζεν λέγουσα, ᾽Ελέησόν με, κύριε, υἱὸς Δαυίδ· ϑυγάτηρ μου κακῶς δαιμονίζεται.
Verse: 23    
δὲ οὐκ ἀπεκρίϑη αὐτῇ λόγον. καὶ προσελϑόντες οἱ μαϑηταὶ αὐτοῦ ἠρώτουν αὐτὸν λέγοντες, ᾽Απόλυσον αὐτήν, ὅτι κράζει ὄπισϑεν ἡμῶν.
Verse: 24    
δὲ ἀποκριϑεὶς εἶπεν, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾽Ισραήλ.
Verse: 25    
δὲ ἐλϑοῦσα προσεκύνει αὐτῷ λέγουσα, Κύριε, βοήϑει μοι.
Verse: 26    
δὲ ἀποκριϑεὶς εἶπεν, Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.
Verse: 27    
δὲ εἶπεν, Ναί, κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσϑίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.
Verse: 28    
τότε ἀποκριϑεὶς ᾽Ιησοῦς εἶπεν αὐτῇ, ῏Ω γύναι, μεγάλη σου πίστις· γενηϑήτω σοι ὡς ϑέλεις. καὶ ἰάϑη ϑυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
Verse: 29    
Καὶ μεταβὰς ἐκεῖϑεν ᾽Ιησοῦς ἦλϑεν παρὰ τὴν ϑάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάϑητο ἐκεῖ.
Verse: 30    
καὶ προσῆλϑον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεϑ' ἑαυτῶν χωλούς, τυϕλούς, κυλλούς, κωϕούς, καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας αὐτοῦ, καὶ ἐϑεράπευσεν αὐτούς·
Verse: 31    
ὥστε τὸν ὄχλον ϑαυμάσαι βλέποντας κωϕοὺς λαλοῦντας, κυλλοὺς ὑγιεῖς, καὶ χωλοὺς περιπατοῦντας καὶ τυϕλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν ϑεὸν ᾽Ισραήλ.
Verse: 32    
῾Ο δὲ ᾽Ιησοῦς προσκαλεσάμενος τοὺς μαϑητὰς αὐτοῦ εἶπεν, Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί ϕάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ ϑέλω, μήποτε ἐκλυϑῶσιν ἐν τῇ ὁδῷ.
Verse: 33    
καὶ λέγουσιν αὐτῷ οἱ μαϑηταί, Πόϑεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον;
Verse: 34    
καὶ λέγει αὐτοῖς ᾽Ιησοῦς, Πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπαν, ῾Επτά, καὶ ὀλίγα ἰχϑύδια.
Verse: 35    
καὶ παραγγείλας τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τὴν γῆν
Verse: 36    
ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχϑύας καὶ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαϑηταῖς, οἱ δὲ μαϑηταὶ τοῖς ὄχλοις.
Verse: 37    
καὶ ἔϕαγον πάντες καὶ ἐχορτάσϑησαν, καὶ τὸ περισσεῦον τῶν κλασμάτων ἦραν, ἑπτὰ σπυρίδας πλήρεις.
Verse: 38    
οἱ δὲ ἐσϑίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων.
Verse: 39    
Καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλϑεν εἰς τὰ ὅρια Μαγαδάν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.