TITUS
Novum Testamentum graece
Part No. 17
Previous part

Chapter: 17 
Verse: 1    Καὶ μεϑ' ἡμέρας ἓξ παραλαμβάνει ᾽Ιησοῦς τὸν Πέτρον καὶ ᾽Ιάκωβον καὶ ᾽Ιωάννην τὸν ἀδελϕὸν αὐτοῦ, καὶ ἀναϕέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ' ἰδίαν.
Verse: 2    
καὶ μετεμορϕώϑη ἔμπροσϑεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ ϕῶς.
Verse: 3    
καὶ ἰδοὺ ὤϕϑη αὐτοῖς Μωϋσῆς καὶ ᾽Ηλίας συλλαλοῦντες μετ' αὐτοῦ.
Verse: 4    
ἀποκριϑεὶς δὲ Πέτρος εἶπεν τῷ ᾽Ιησοῦ, Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ ϑέλεις, ποιήσω ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ ᾽Ηλίᾳ μίαν.
Verse: 5    
ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεϕέλη ϕωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ ϕωνὴ ἐκ τῆς νεϕέλης λέγουσα, Οὗτός ἐστιν υἱός μου ἀγαπητός, ἐν εὐδόκησα· ἀκούετε αὐτοῦ.
Verse: 6    
καὶ ἀκούσαντες οἱ μαϑηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐϕοβήϑησαν σϕόδρα.
Verse: 7    
καὶ προσῆλϑεν ᾽Ιησοῦς καὶ ἁψάμενος αὐτῶν εἶπεν, ᾽Εγέρϑητε καὶ μὴ ϕοβεῖσϑε.
Verse: 8    
ἐπάραντες δὲ τοὺς ὀϕϑαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ αὐτὸν ᾽Ιησοῦν μόνον.
Verse: 9    
Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ᾽Ιησοῦς λέγων, Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ υἱὸς τοῦ ἀνϑρώπου ἐκ νεκρῶν ἐγερϑῇ.
Verse: 10    
καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαϑηταὶ λέγοντες, Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι ᾽Ηλίαν δεῖ ἐλϑεῖν πρῶτον;
Verse: 11    
δὲ ἀποκριϑεὶς εἶπεν, ᾽Ηλίας μὲν ἔρχεται καὶ ἀποκαταστήσει πάντα·
Verse: 12    
λέγω δὲ ὑμῖν ὅτι ᾽Ηλίας ἤδη ἦλϑεν, καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠϑέλησαν· οὕτως καὶ υἱὸς τοῦ ἀνϑρώπου μέλλει πάσχειν ὑπ' αὐτῶν.
Verse: 13    
τότε συνῆκαν οἱ μαϑηταὶ ὅτι περὶ ᾽Ιωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.
Verse: 14    
Καὶ ἐλϑόντων πρὸς τὸν ὄχλον προσῆλϑεν αὐτῷ ἄνϑρωπος γονυπετῶν αὐτὸν
Verse: 15    
καὶ λέγων, Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ.
Verse: 16    
καὶ προσήνεγκα αὐτὸν τοῖς μαϑηταῖς σου, καὶ οὐκ ἠδυνήϑησαν αὐτὸν ϑεραπεῦσαι.
Verse: 17    
ἀποκριϑεὶς δὲ ᾽Ιησοῦς εἶπεν, ῏Ω γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε μεϑ' ὑμῶν ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; ϕέρετέ μοι αὐτὸν ὧδε.
Verse: 18    
καὶ ἐπετίμησεν αὐτῷ ᾽Ιησοῦς, καὶ ἐξῆλϑεν ἀπ' αὐτοῦ τὸ δαιμόνιον· καὶ ἐϑεραπεύϑη παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
Verse: 19    
Τότε προσελϑόντες οἱ μαϑηταὶ τῷ ᾽Ιησοῦ κατ' ἰδίαν εἶπον, Διὰ τί ἡμεῖς οὐκ ἠδυνήϑημεν ἐκβαλεῖν αὐτό;
Verse: 20    
δὲ λέγει αὐτοῖς, Διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν· ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβα ἔνϑεν ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.
Verse: 22    
Συστρεϕομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ εἶπεν αὐτοῖς ᾽Ιησοῦς, Μέλλει υἱὸς τοῦ ἀνϑρώπου παραδίδοσϑαι εἰς χεῖρας ἀνϑρώπων,
Verse: 23    
καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερϑήσεται. καὶ ἐλυπήϑησαν σϕόδρα.
Verse: 24    
᾽Ελϑόντων δὲ αὐτῶν εἰς Καϕαρναοὺμ προσῆλϑον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπαν, ῾Ο διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα;
Verse: 25    
λέγει, Ναί. καὶ ἐλϑόντα εἰς τὴν οἰκίαν προέϕϑασεν αὐτὸν ᾽Ιησοῦς λέγων, Τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἀπὸ τῶν ἀλλοτρίων;
Verse: 26    
εἰπόντος δέ, ᾽Απὸ τῶν ἀλλοτρίων, ἔϕη αὐτῷ ᾽Ιησοῦς, ῎Αρα γε ἐλεύϑεροί εἰσιν οἱ υἱοί.
Verse: 27    
ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευϑεὶς εἰς ϑάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχϑὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.