TITUS
Novum Testamentum graece
Part No. 19
Previous part

Chapter: 19 
Verse: 1    Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ᾽Ιησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλϑεν εἰς τὰ ὅρια τῆς ᾽Ιουδαίας πέραν τοῦ ᾽Ιορδάνου.
Verse: 2    
καὶ ἠκολούϑησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐϑεράπευσεν αὐτοὺς ἐκεῖ.
Verse: 3    
Καὶ προσῆλϑον αὐτῷ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες, Εἰ ἔξεστιν ἀνϑρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;
Verse: 4    
δὲ ἀποκριϑεὶς εἶπεν, Οὐκ ἀνέγνωτε ὅτι κτίσας ἀπ' ἀρχῆς ἄρσεν καὶ ϑῆλυ ἐποίησεν αὐτούς;
Verse: 5    
καὶ εἶπεν, ῞Ενεκα τούτου καταλείψει ἄνϑρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ κολληϑήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
Verse: 6    
ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία. οὖν ϑεὸς συνέζευξεν ἄνϑρωπος μὴ χωριζέτω.
Verse: 7    
λέγουσιν αὐτῷ, Τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι [αὐτήν];
Verse: 8    
λέγει αὐτοῖς ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπ' ἀρχῆς δὲ οὐ γέγονεν οὕτως.
Verse: 9    
λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην μοιχᾶται.
Verse: 10    
λέγουσιν αὐτῷ οἱ μαϑηταὶ [αὐτοῦ], Εἰ οὕτως ἐστὶν αἰτία τοῦ ἀνϑρώπου μετὰ τῆς γυναικός, οὐ συμϕέρει γαμῆσαι.
Verse: 11    
δὲ εἶπεν αὐτοῖς, Οὐ πάντες χωροῦσιν τὸν λόγον [τοῦτον], ἀλλ' οἷς δέδοται.
Verse: 12    
εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήϑησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσϑησαν ὑπὸ τῶν ἀνϑρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. δυνάμενος χωρεῖν χωρείτω.
Verse: 13    
Τότε προσηνέχϑησαν αὐτῷ παιδία, ἵνα τὰς χεῖρας ἐπιϑῇ αὐτοῖς καὶ προσεύξηται· οἱ δὲ μαϑηταὶ ἐπετίμησαν αὐτοῖς.
Verse: 14    
δὲ ᾽Ιησοῦς εἶπεν, ῎Αϕετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλϑεῖν πρός με, τῶν γὰρ τοιούτων ἐστὶν βασιλεία τῶν οὐρανῶν.
Verse: 15    
καὶ ἐπιϑεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύϑη ἐκεῖϑεν.
Verse: 16    
Καὶ ἰδοὺ εἷς προσελϑὼν αὐτῷ εἶπεν, Διδάσκαλε, τί ἀγαϑὸν ποιήσω ἵνα σχῶ ζωὴν αἰώνιον;
Verse: 17    
δὲ εἶπεν αὐτῷ, Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαϑοῦ; εἷς ἐστιν ἀγαϑός. εἰ δὲ ϑέλεις εἰς τὴν ζωὴν εἰσελϑεῖν, τήρησον τὰς ἐντολάς.
Verse: 18    
λέγει αὐτῷ, Ποίας; δὲ ᾽Ιησοῦς εἶπεν, Τὸ Οὐ ϕονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις,
Verse: 19    
Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί, ᾽Αγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
Verse: 20    
λέγει αὐτῷ νεανίσκος, Πάντα ταῦτα ἐϕύλαξα· τί ἔτι ὑστερῶ;
Verse: 21    
ἔϕη αὐτῷ ᾽Ιησοῦς, Εἰ ϑέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς τοῖς πτωχοῖς, καὶ ἕξεις ϑησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούϑει μοι.
Verse: 22    
ἀκούσας δὲ νεανίσκος τὸν λόγον ἀπῆλϑεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.
Verse: 23    
῾Ο δὲ ᾽Ιησοῦς εἶπεν τοῖς μαϑηταῖς αὐτοῦ, ᾽Αμὴν λέγω ὑμῖν ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
Verse: 24    
πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαϕίδος διελϑεῖν πλούσιον εἰσελϑεῖν εἰς τὴν βασιλείαν τοῦ ϑεοῦ.
Verse: 25    
ἀκούσαντες δὲ οἱ μαϑηταὶ ἐξεπλήσσοντο σϕόδρα λέγοντες, Τίς ἄρα δύναται σωϑῆναι;
Verse: 26    
ἐμβλέψας δὲ ᾽Ιησοῦς εἶπεν αὐτοῖς, Παρὰ ἀνϑρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ ϑεῷ πάντα δυνατά.
Verse: 27    
Τότε ἀποκριϑεὶς Πέτρος εἶπεν αὐτῷ, ᾽Ιδοὺ ἡμεῖς ἀϕήκαμεν πάντα καὶ ἠκολουϑήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;
Verse: 28    
δὲ ᾽Ιησοῦς εἶπεν αὐτοῖς, ᾽Αμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουϑήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καϑίσῃ υἱὸς τοῦ ἀνϑρώπου ἐπὶ ϑρόνου δόξης αὐτοῦ, καϑήσεσϑε καὶ ὑμεῖς ἐπὶ δώδεκα ϑρόνους κρίνοντες τὰς δώδεκα ϕυλὰς τοῦ ᾽Ισραήλ.
Verse: 29    
καὶ πᾶς ὅστις ἀϕῆκεν οἰκίας ἀδελϕοὺς ἀδελϕὰς πατέρα μητέρα τέκνα ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου ἑκατονταπλασίονα λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει.
Verse: 30    
Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.