TITUS
Novum Testamentum graece
Part No. 22
Previous part

Chapter: 22 
Verse: 1    Καὶ ἀποκριϑεὶς ᾽Ιησοῦς πάλιν εἶπεν ἐν παραβολαῖς αὐτοῖς λέγων,
Verse: 2    
῾Ωμοιώϑη βασιλεία τῶν οὐρανῶν ἀνϑρώπῳ βασιλεῖ, ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ.
Verse: 3    
καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤϑελον ἐλϑεῖν.
Verse: 4    
πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων, Εἴπατε τοῖς κεκλημένοις, ᾽Ιδοὺ τὸ ἄριστόν μου ἡτοίμακα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεϑυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.
Verse: 5    
οἱ δὲ ἀμελήσαντες ἀπῆλϑον, ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ·
Verse: 6    
οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν.
Verse: 7    
δὲ βασιλεὺς ὠργίσϑη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς ϕονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν.
Verse: 8    
τότε λέγει τοῖς δούλοις αὐτοῦ, ῾Ο μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι·
Verse: 9    
πορεύεσϑε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους.
Verse: 10    
καὶ ἐξελϑόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας οὓς εὗρον, πονηρούς τε καὶ ἀγαϑούς· καὶ ἐπλήσϑη γάμος ἀνακειμένων.
Verse: 11    
εἰσελϑὼν δὲ βασιλεὺς ϑεάσασϑαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνϑρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου·
Verse: 12    
καὶ λέγει αὐτῷ, ῾Εταῖρε, πῶς εἰσῆλϑες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; δὲ ἐϕιμώϑη.
Verse: 13    
τότε βασιλεὺς εἶπεν τοῖς διακόνοις, Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται κλαυϑμὸς καὶ βρυγμὸς τῶν ὀδόντων.
Verse: 14    
πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί.
Verse: 15    
Τότε πορευϑέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.
Verse: 16    
καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαϑητὰς αὐτῶν μετὰ τῶν ῾Ηρῳδιανῶν λέγοντες, Διδάσκαλε, οἴδαμεν ὅτι ἀληϑὴς εἶ καὶ τὴν ὁδὸν τοῦ ϑεοῦ ἐν ἀληϑείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνϑρώπων.
Verse: 17    
εἰπὲ οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι οὔ;
Verse: 18    
γνοὺς δὲ ᾽Ιησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν, Τί με πειράζετε, ὑποκριταί;
Verse: 19    
ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον.
Verse: 20    
καὶ λέγει αὐτοῖς, Τίνος εἰκὼν αὕτη καὶ ἐπιγραϕή;
Verse: 21    
λέγουσιν αὐτῷ, Καίσαρος. τότε λέγει αὐτοῖς, ᾽Απόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ ϑεοῦ τῷ ϑεῷ.
Verse: 22    
καὶ ἀκούσαντες ἐϑαύμασαν, καὶ ἀϕέντες αὐτὸν ἀπῆλϑον.
Verse: 23    
᾽Εν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλϑον αὐτῷ Σαδδουκαῖοι, λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν
Verse: 24    
λέγοντες, Διδάσκαλε, Μωϋσῆς εἶπεν, ᾽Εάν τις ἀποϑάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ἀδελϕὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελϕῷ αὐτοῦ.
Verse: 25    
ἦσαν δὲ παρ' ἡμῖν ἑπτὰ ἀδελϕοί· καὶ πρῶτος γήμας ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀϕῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελϕῷ αὐτοῦ·
Verse: 26    
ὁμοίως καὶ δεύτερος καὶ τρίτος, ἕως τῶν ἑπτά.
Verse: 27    
ὕστερον δὲ πάντων ἀπέϑανεν γυνή.
Verse: 28    
ἐν τῇ ἀναστάσει οὖν τίνος τῶν ἑπτὰ ἔσται γυνή; πάντες γὰρ ἔσχον αὐτήν.
Verse: 29    
ἀποκριϑεὶς δὲ ᾽Ιησοῦς εἶπεν αὐτοῖς, Πλανᾶσϑε μὴ εἰδότες τὰς γραϕὰς μηδὲ τὴν δύναμιν τοῦ ϑεοῦ·
Verse: 30    
ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ' ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ εἰσιν.
Verse: 31    
περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηϑὲν ὑμῖν ὑπὸ τοῦ ϑεοῦ λέγοντος,
Verse: 32    
᾽Εγώ εἰμι ϑεὸς ᾽Αβραὰμ καὶ ϑεὸς ᾽Ισαὰκ καὶ ϑεὸς ᾽Ιακώβ; οὐκ ἔστιν [ὁ] ϑεὸς νεκρῶν ἀλλὰ ζώντων.
Verse: 33    
καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
Verse: 34    
Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐϕίμωσεν τοὺς Σαδδουκαίους συνήχϑησαν ἐπὶ τὸ αὐτό.
Verse: 35    
καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν [νομικὸς] πειράζων αὐτόν,
Verse: 36    
Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;
Verse: 37    
δὲ ἔϕη αὐτῷ, ᾽Αγαπήσεις κύριον τὸν ϑεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σουκαὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου·
Verse: 38    
αὕτη ἐστὶν μεγάλη καὶ πρώτη ἐντολή.
Verse: 39    
δευτέρα δὲ ὁμοία αὐτῇ, ᾽Αγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
Verse: 40    
ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος νόμος κρέμαται καὶ οἱ προϕῆται.
Verse: 41    
Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ᾽Ιησοῦς
Verse: 42    
λέγων, Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ, Τοῦ Δαυίδ.
Verse: 43    
λέγει αὐτοῖς, Πῶς οὖν Δαυὶδ ἐν πνεύματι καλεῖ αὐτὸν κύριον λέγων,
Verse: 44    
Εἶπεν κύριος τῷ κυρίῳ μου, Κάϑου ἐκ δεξιῶν μου ἕως ἂν ϑῶ τοὺς ἐχϑρούς σου ὑποκάτω τῶν ποδῶν σου;
Verse: 45    
εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν;
Verse: 46    
καὶ οὐδεὶς ἐδύνατο ἀποκριϑῆναι αὐτῷ λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπ' ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.