TITUS
Novum Testamentum graece
Part No. 27
Previous part

Chapter: 27 
Verse: 1    Πρωίας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ ᾽Ιησοῦ ὥστε ϑανατῶσαι αὐτόν·
Verse: 2    
καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν Πιλάτῳ τῷ ἡγεμόνι.
Verse: 3    
Τότε ἰδὼν ᾽Ιούδας παραδιδοὺς αὐτὸν ὅτι κατεκρίϑη μεταμεληϑεὶς ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις
Verse: 4    
λέγων, ῞Ημαρτον παραδοὺς αἷμα ἀϑῷον. οἱ δὲ εἶπαν, Τί πρὸς ἡμᾶς; σὺ ὄψῃ.
Verse: 5    
καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησεν, καὶ ἀπελϑὼν ἀπήγξατο.
Verse: 6    
οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν, Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν.
Verse: 7    
συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ᾽Αγρὸν τοῦ Κεραμέως εἰς ταϕὴν τοῖς ξένοις.
Verse: 8    
διὸ ἐκλήϑη ἀγρὸς ἐκεῖνος ᾽Αγρὸς Αἵματος ἕως τῆς σήμερον.
Verse: 9    
τότε ἐπληρώϑη τὸ ῥηϑὲν διὰ ᾽Ιερεμίου τοῦ προϕήτου λέγοντος, Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν ᾽Ισραήλ,
Verse: 10    
καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καϑὰ συνέταξέν μοι κύριος.
Verse: 11    
῾Ο δὲ ᾽Ιησοῦς ἐστάϑη ἔμπροσϑεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ἡγεμὼν λέγων, Σὺ εἶ βασιλεὺς τῶν ᾽Ιουδαίων; δὲ ᾽Ιησοῦς ἔϕη, Σὺ λέγεις.
Verse: 12    
καὶ ἐν τῷ κατηγορεῖσϑαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο.
Verse: 13    
τότε λέγει αὐτῷ Πιλᾶτος, Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν;
Verse: 14    
καὶ οὐκ ἀπεκρίϑη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε ϑαυμάζειν τὸν ἡγεμόνα λίαν.
Verse: 15    
Κατὰ δὲ ἑορτὴν εἰώϑει ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤϑελον.
Verse: 16    
εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον [᾽Ιησοῦν] Βαραββᾶν.
Verse: 17    
συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς Πιλᾶτος, Τίνα ϑέλετε ἀπολύσω ὑμῖν, [᾽Ιησοῦν τὸν] Βαραββᾶν ᾽Ιησοῦν τὸν λεγόμενον Χριστόν;
Verse: 18    
ᾔδει γὰρ ὅτι διὰ ϕϑόνον παρέδωκαν αὐτόν.
Verse: 19    
Καϑημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν γυνὴ αὐτοῦ λέγουσα, Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαϑον σήμερον κατ' ὄναρ δι' αὐτόν.
Verse: 20    
Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν τὸν δὲ ᾽Ιησοῦν ἀπολέσωσιν.
Verse: 21    
ἀποκριϑεὶς δὲ ἡγεμὼν εἶπεν αὐτοῖς, Τίνα ϑέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπαν, Τὸν Βαραββᾶν.
Verse: 22    
λέγει αὐτοῖς Πιλᾶτος, Τί οὖν ποιήσω ᾽Ιησοῦν τὸν λεγόμενον Χριστόν; λέγουσιν πάντες, Σταυρωϑήτω.
Verse: 23    
δὲ ἔϕη, Τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες, Σταυρωϑήτω.
Verse: 24    
ἰδὼν δὲ Πιλᾶτος ὅτι οὐδὲν ὠϕελεῖ ἀλλὰ μᾶλλον ϑόρυβος γίνεται, λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου, λέγων, ᾽Αϑῷός εἰμι ἀπὸ τοῦ αἵματος τούτου· ὑμεῖς ὄψεσϑε.
Verse: 25    
καὶ ἀποκριϑεὶς πᾶς λαὸς εἶπεν, Τὸ αἷμα αὐτοῦ ἐϕ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.
Verse: 26    
τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ ᾽Ιησοῦν ϕραγελλώσας παρέδωκεν ἵνα σταυρωϑῇ.
Verse: 27    
Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν ᾽Ιησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ' αὐτὸν ὅλην τὴν σπεῖραν.
Verse: 28    
καὶ ἐκδύσαντες αὐτὸν χλαμύδα κοκκίνην περιέϑηκαν αὐτῷ,
Verse: 29    
καὶ πλέξαντες στέϕανον ἐξ ἀκανϑῶν ἐπέϑηκαν ἐπὶ τῆς κεϕαλῆς αὐτοῦ καὶ κάλαμον ἐν τῇ δεξιᾷ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσϑεν αὐτοῦ ἐνέπαιξαν αὐτῷ λέγοντες, Χαῖρε, βασιλεῦ τῶν ᾽Ιουδαίων,
Verse: 30    
καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεϕαλὴν αὐτοῦ.
Verse: 31    
καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.
Verse: 32    
᾽Εξερχόμενοι δὲ εὗρον ἄνϑρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
Verse: 33    
Καὶ ἐλϑόντες εἰς τόπον λεγόμενον Γολγοϑᾶ, ἐστιν Κρανίου Τόπος λεγόμενος,
Verse: 34    
ἔδωκαν αὐτῷ πιεῖν οἶνον μετὰ χολῆσμεμιγμένον· καὶ γευσάμενος οὐκ ἠϑέλησεν πιεῖν.
Verse: 35    
σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον,
Verse: 36    
καὶ καϑήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ.
Verse: 37    
καὶ ἐπέϑηκαν ἐπάνω τῆς κεϕαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν ᾽Ιησοῦς βασιλεῦς τῶν ᾽Ιουδαίων.
Verse: 38    
Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων.
Verse: 39    
Οἱ δὲ παραπορευόμενοι ἐβλασϕήμουν αὐτὸν κινοῦντες τὰς κεϕαλὰς αὐτῶν
Verse: 40    
καὶ λέγοντες, ῾Ο καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν, εἰ υἱὸς εἶ τοῦ ϑεοῦ, [καὶ] κατάβηϑι ἀπὸ τοῦ σταυροῦ.
Verse: 41    
ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων ἔλεγον,
Verse: 42    
῎Αλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· βασιλεὺς ᾽Ισραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ' αὐτόν.
Verse: 43    
πέποιϑεν ἐπὶ τὸν ϑεόν, ῥυσάσϑωνῦν εἰ ϑέλει αὐτόν· εἶπεν γὰρ ὅτι Θεοῦ εἰμι υἱός.
Verse: 44    
τὸ δ' αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωϑέντες σὺν αὐτῷ ὠνείδιζον αὐτόν.
Verse: 45    
᾽Απὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης.
Verse: 46    
περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ᾽Ιησοῦς ϕωνῇ μεγάλῃ λέγων, Ηλι ηλι λεμα σαβαχϑανι;τοῦτ' ἔστιν, Θεέ μου ϑεέ μου, ἱνατί με ἐγκατέλιπες;
Verse: 47    
τινὲς δὲ τῶν ἐκεῖ ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι ᾽Ηλίαν ϕωνεῖ οὗτος.
Verse: 48    
καὶ εὐϑέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιϑεὶς καλάμῳ ἐπότιζεν αὐτόν.
Verse: 49    
οἱ δὲ λοιποὶ ἔλεγον, ῎Αϕες ἴδωμεν εἰ ἔρχεται ᾽Ηλίας σώσων αὐτόν.
Verse: 50    
δὲ ᾽Ιησοῦς πάλιν κράξας ϕωνῇ μεγάλῃ ἀϕῆκεν τὸ πνεῦμα.
Verse: 51    
Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσϑη ἀπ' ἄνωϑεν ἕως κάτω εἰς δύο, καὶ γῆ ἐσείσϑη, καὶ αἱ πέτραι ἐσχίσϑησαν,
Verse: 52    
καὶ τὰ μνημεῖα ἀνεῴχϑησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρϑησαν,
Verse: 53    
καὶ ἐξελϑόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλϑον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεϕανίσϑησαν πολλοῖς.
Verse: 54    
῾Ο δὲ ἑκατόνταρχος καὶ οἱ μετ' αὐτοῦ τηροῦντες τὸν ᾽Ιησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐϕοβήϑησαν σϕόδρα, λέγοντες, ᾽Αληϑῶς ϑεοῦ υἱὸς ἦν οὗτος.
Verse: 55    
῏Ησαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόϑεν ϑεωροῦσαι, αἵτινες ἠκολούϑησαν τῷ ᾽Ιησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ·
Verse: 56    
ἐν αἷς ἦν Μαρία Μαγδαληνὴ καὶ Μαρία τοῦ ᾽Ιακώβου καὶ ᾽Ιωσὴϕ μήτηρ καὶ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.
Verse: 57    
᾽Οψίας δὲ γενομένης ἦλϑεν ἄνϑρωπος πλούσιος ἀπὸ ῾Αριμαϑαίας, τοὔνομα ᾽Ιωσήϕ, ὃς καὶ αὐτὸς ἐμαϑητεύϑη τῷ ᾽Ιησοῦ·
Verse: 58    
οὗτος προσελϑὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ ᾽Ιησοῦ. τότε Πιλᾶτος ἐκέλευσεν ἀποδοϑῆναι.
Verse: 59    
καὶ λαβὼν τὸ σῶμα ᾽Ιωσὴϕ ἐνετύλιξεν αὐτὸ ἐν σινδόνι καϑαρᾷ,
Verse: 60    
καὶ ἔϑηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίϑον μέγαν τῇ ϑύρᾳ τοῦ μνημείου ἀπῆλϑεν.
Verse: 61    
ἦν δὲ ἐκεῖ Μαρία Μαγδαληνὴ καὶ ἄλλη Μαρία καϑήμεναι ἀπέναντι τοῦ τάϕου.
Verse: 62    
Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχϑησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον
Verse: 63    
λέγοντες, Κύριε, ἐμνήσϑημεν ὅτι ἐκεῖνος πλάνος εἶπεν ἔτι ζῶν, Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.
Verse: 64    
κέλευσον οὖν ἀσϕαλισϑῆναι τὸν τάϕον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλϑόντες οἱ μαϑηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ, ᾽Ηγέρϑη ἀπὸ τῶν νεκρῶν, καὶ ἔσται ἐσχάτη πλάνη χείρων τῆς πρώτης.
Verse: 65    
ἔϕη αὐτοῖς Πιλᾶτος, ῎Εχετε κουστωδίαν· ὑπάγετε ἀσϕαλίσασϑε ὡς οἴδατε.
Verse: 66    
οἱ δὲ πορευϑέντες ἠσϕαλίσαντο τὸν τάϕον σϕραγίσαντες τὸν λίϑον μετὰ τῆς κουστωδίας.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.