TITUS
Novum Testamentum graece
Part No. 3
Previous part

Chapter: 3 
Verse: 1    ᾽Εν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται ᾽Ιωάννης βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς ᾽Ιουδαίας
Verse: 2    
[καὶ] λέγων, Μετανοεῖτε, ἤγγικεν γὰρ βασιλεία τῶν οὐρανῶν.
Verse: 3    
οὗτος γάρ ἐστιν ῥηϑεὶς διὰ ᾽Ησαίου τοῦ προϕήτου λέγοντος, Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ῾Ετοιμάσατε τὴν ὁδὸν κυρίου, εὐϑείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
Verse: 4    
Αὐτὸς δὲ ᾽Ιωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσϕὺν αὐτοῦ, δὲ τροϕὴ ἦν αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον.
Verse: 5    
τότε ἐξεπορεύετο πρὸς αὐτὸν ῾Ιεροσόλυμα καὶ πᾶσα ᾽Ιουδαία καὶ πᾶσα περίχωρος τοῦ ᾽Ιορδάνου,
Verse: 6    
καὶ ἐβαπτίζοντο ἐν τῷ ᾽Ιορδάνῃ ποταμῷ ὑπ' αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
Verse: 7    
᾽Ιδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ εἶπεν αὐτοῖς, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν ϕυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
Verse: 8    
ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας·
Verse: 9    
καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν ᾽Αβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ϑεὸς ἐκ τῶν λίϑων τούτων ἐγεῖραι τέκνα τῷ ᾽Αβραάμ.
Verse: 10    
ἤδη δὲ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
Verse: 11    
ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν· δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί·
Verse: 12    
οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαϑαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποϑήκην [αὐτοῦ], τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
Verse: 13    
Τότε παραγίνεται ᾽Ιησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν ᾽Ιορδάνην πρὸς τὸν ᾽Ιωάννην τοῦ βαπτισϑῆναι ὑπ' αὐτοῦ.
Verse: 14    
δὲ ᾽Ιωάννης διεκώλυεν αὐτὸν λέγων, ᾽Εγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισϑῆναι, καὶ σὺ ἔρχῃ πρός με;
Verse: 15    
ἀποκριϑεὶς δὲ ᾽Ιησοῦς εἶπεν πρὸς αὐτόν, ῎Αϕες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀϕίησιν αὐτόν.
Verse: 16    
βαπτισϑεὶς δὲ ᾽Ιησοῦς εὐϑὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἠνεῴχϑησαν [αὐτῷ] οἱ οὐρανοί, καὶ εἶδεν [τὸ] πνεῦμα [τοῦ] ϑεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν [καὶ] ἐρχόμενον ἐπ' αὐτόν·
Verse: 17    
καὶ ἰδοὺ ϕωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα, Οὗτός ἐστιν υἱός μου ἀγαπητός, ἐν εὐδόκησα.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.