TITUS
Novum Testamentum graece
Part No. 5
Previous part

Chapter: 5 
Verse: 1    ᾽Ιδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος· καὶ καϑίσαντος αὐτοῦ προσῆλϑαν αὐτῷ οἱ μαϑηταὶ αὐτοῦ·
Verse: 2    
καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων,
Verse: 3    
Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν βασιλεία τῶν οὐρανῶν.
Verse: 4    
μακάριοι οἱ πενϑοῦντες, ὅτι αὐτοὶ παρακληϑήσονται.
Verse: 5    
μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν.
Verse: 6    
μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασϑήσονται.
Verse: 7    
μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηϑήσονται.
Verse: 8    
μακάριοι οἱ καϑαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν ϑεὸν ὄψονται.
Verse: 9    
μακάριοι οἱ εἰρηνοποιοί, ὅτι [αὐτοὶ] υἱοὶ ϑεοῦ κληϑήσονται.
Verse: 10    
μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν βασιλεία τῶν οὐρανῶν.
Verse: 11    
μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν καϑ' ὑμῶν [ψευδόμενοι] ἕνεκεν ἐμοῦ·
Verse: 12    
χαίρετε καὶ ἀγαλλιᾶσϑε, ὅτι μισϑὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτως γὰρ ἐδίωξαν τοὺς προϕήτας τοὺς πρὸ ὑμῶν.
Verse: 13    
῾Υμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανϑῇ, ἐν τίνι ἁλισϑήσεται; εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληϑῆναι ἔξω καὶ καταπατεῖσϑαι ὑπὸ τῶν ἀνϑρώπων.
Verse: 14    
῾Υμεῖς ἐστε τὸ ϕῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·
Verse: 15    
οὐδὲ καίουσιν λύχνον καὶ τιϑέασιν αὐτὸν ὑπὸ τὸν μόδιον ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ.
Verse: 16    
οὕτως λαμψάτω τὸ ϕῶς ὑμῶν ἔμπροσϑεν τῶν ἀνϑρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
Verse: 17    
Μὴ νομίσητε ὅτι ἦλϑον καταλῦσαι τὸν νόμον τοὺς προϕήτας· οὐκ ἦλϑον καταλῦσαι ἀλλὰ πληρῶσαι.
Verse: 18    
ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλϑῃ οὐρανὸς καὶ γῆ, ἰῶτα ἓν μία κεραία οὐ μὴ παρέλϑῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται.
Verse: 19    
ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνϑρώπους, ἐλάχιστος κληϑήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ' ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληϑήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
Verse: 20    
λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ὑμῶν δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλϑητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
Verse: 21    
᾽Ηκούσατε ὅτι ἐρρέϑη τοῖς ἀρχαίοις, Οὐ ϕονεύσεις· ὃς δ' ἂν ϕονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει.
Verse: 22    
ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὀργιζόμενος τῷ ἀδελϕῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ' ἂν εἴπῃ τῷ ἀδελϕῷ αὐτοῦ, ῾Ρακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ' ἂν εἴπῃ, Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός.
Verse: 23    
ἐὰν οὖν προσϕέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ ϑυσιαστήριον κἀκεῖ μνησϑῇς ὅτι ἀδελϕός σου ἔχει τι κατὰ σοῦ,
Verse: 24    
ἄϕες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσϑεν τοῦ ϑυσιαστηρίου, καὶ ὕπαγε πρῶτον διαλλάγηϑι τῷ ἀδελϕῷ σου, καὶ τότε ἐλϑὼν πρόσϕερε τὸ δῶρόν σου.
Verse: 25    
ἴσϑι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ ἕως ὅτου εἶ μετ' αὐτοῦ ἐν τῇ ὁδῷ, μήποτέ σε παραδῷ ἀντίδικος τῷ κριτῇ, καὶ κριτὴς τῷ ὑπηρέτῃ, καὶ εἰς ϕυλακὴν βληϑήσῃ·
Verse: 26    
ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλϑῃς ἐκεῖϑεν ἕως ἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην.
Verse: 27    
᾽Ηκούσατε ὅτι ἐρρέϑη, Οὐ μοιχεύσεις.
Verse: 28    
ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς βλέπων γυναῖκα πρὸς τὸ ἐπιϑυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.
Verse: 29    
εἰ δὲ ὀϕϑαλμός σου δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμϕέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληϑῇ εἰς γέενναν.
Verse: 30    
καὶ εἰ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμϕέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου εἰς γέενναν ἀπέλϑῃ.
Verse: 31    
᾽Ερρέϑη δέ, ῝Ος ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον.
Verse: 32    
ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ἀπολύων τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχευϑῆναι, καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται.
Verse: 33    
Πάλιν ἠκούσατε ὅτι ἐρρέϑη τοῖς ἀρχαίοις, Οὐκ ἐπιορκήσεις, ἀποδώσεισδὲ τῷ κυρίῳ τοὺς ὅρκους σου.
Verse: 34    
ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι ϑρόνος ἐστὶν τοῦ ϑεοῦ·
Verse: 35    
μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ·μήτε εἰς ῾Ιεροσόλυμα, ὅτι πόλις ἐστὶν τοῦ μεγάλου βασιλέως·
Verse: 36    
μήτε ἐν τῇ κεϕαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ποιῆσαι μέλαιναν.
Verse: 37    
ἔστω δὲ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.
Verse: 38    
᾽Ηκούσατε ὅτι ἐρρέϑη, ᾽Οϕϑαλμὸν ἀντὶ ὀϕϑαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος.
Verse: 39    
ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ' ὅστις σε ῥαπίζει εἰς τὴν δεξιὰν σιαγόνα [σου], στρέψον αὐτῷ καὶ τὴν ἄλλην·
Verse: 40    
καὶ τῷ ϑέλοντί σοι κριϑῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄϕες αὐτῷ καὶ τὸ ἱμάτιον·
Verse: 41    
καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ' αὐτοῦ δύο.
Verse: 42    
τῷ αἰτοῦντί σε δός, καὶ τὸν ϑέλοντα ἀπὸ σοῦ δανίσασϑαι μὴ ἀποστραϕῇς.
Verse: 43    
᾽Ηκούσατε ὅτι ἐρρέϑη, ᾽Αγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχϑρόν σου.
Verse: 44    
ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχϑροὺς ὑμῶν καὶ προσεύχεσϑε ὑπὲρ τῶν διωκόντων ὑμᾶς,
Verse: 45    
ὅπως γένησϑε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαϑοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.
Verse: 46    
ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισϑὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν;
Verse: 47    
καὶ ἐὰν ἀσπάσησϑε τοὺς ἀδελϕοὺς ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ ἐϑνικοὶ τὸ αὐτὸ ποιοῦσιν;
Verse: 48    
῎Εσεσϑε οὖν ὑμεῖς τέλειοι ὡς πατὴρ ὑμῶν οὐράνιος τέλειός ἐστιν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.