TITUS
Novum Testamentum graece
Part No. 180
Previous part

Chapter: 4 
Verse: 1    ῞Ωστε, ἀδελϕοί μου ἀγαπητοὶ καὶ ἐπιπόϑητοι, χαρὰ καὶ στέϕανός μου, οὕτως στήκετε ἐν κυρίῳ, ἀγαπητοί. /
Verse: 2    
Εὐοδίαν παρακαλῶ καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ ϕρονεῖν ἐν κυρίῳ.
Verse: 3    
ναὶ ἐρωτῶ καὶ σέ, γνήσιε σύζυγε, συλλαμβάνου αὐταῖς, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήϑλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.
Verse: 4    
Χαίρετε ἐν κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε.
Verse: 5    
τὸ ἐπιεικὲς ὑμῶν γνωσϑήτω πᾶσιν ἀνϑρώποις. κύριος ἐγγύς.
Verse: 6    
μηδὲν μεριμνᾶτε, ἀλλ' ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσϑω πρὸς τὸν ϑεόν.
Verse: 7    
καὶ εἰρήνη τοῦ ϑεοῦ ὑπερέχουσα πάντα νοῦν ϕρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ ᾽Ιησοῦ.
Verse: 8    
Τὸ λοιπόν, ἀδελϕοί, ὅσα ἐστὶν ἀληϑῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσϕιλῆ, ὅσα εὔϕημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσϑε·
Verse: 9    
καὶ ἐμάϑετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ϑεὸς τῆς εἰρήνης ἔσται μεϑ' ὑμῶν.
Verse: 10    
᾽Εχάρην δὲ ἐν κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεϑάλετε τὸ ὑπὲρ ἐμοῦ ϕρονεῖν, ἐϕ' καὶ ἐϕρονεῖτε ἠκαιρεῖσϑε δέ.
Verse: 11    
οὐχ ὅτι καϑ' ὑστέρησιν λέγω, ἐγὼ γὰρ ἔμαϑον ἐν οἷς εἰμι αὐτάρκης εἶναι.
Verse: 12    
οἶδα καὶ ταπεινοῦσϑαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι καὶ χορτάζεσϑαι καὶ πεινᾶν, καὶ περισσεύειν καὶ ὑστερεῖσϑαι.
Verse: 13    
πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με.
Verse: 14    
πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ ϑλίψει.
Verse: 15    
Οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλϑον ἀπὸ Μακεδονίας, οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήμψεως εἰ μὴ ὑμεῖς μόνοι·
Verse: 16    
ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε.
Verse: 17    
οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, ἀλλὰ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν.
Verse: 18    
ἀπέχω δὲ πάντα καὶ περισσεύω· πεπλήρωμαι δεξάμενος παρὰ ᾽Επαϕροδίτου τὰ παρ' ὑμῶν, ὀσμὴν εὐωδίας, ϑυσίαν δεκτήν, εὐάρεστον τῷ ϑεῷ.
Verse: 19    
δὲ ϑεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸ πλοῦτος αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ ᾽Ιησοῦ.
Verse: 20    
τῷ δὲ ϑεῷ καὶ πατρὶ ἡμῶν δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Verse: 21    
᾽Ασπάσασϑε πάντα ἅγιον ἐν Χριστῷ ᾽Ιησοῦ. ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελϕοί.
Verse: 22    
ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι, μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας.
Verse: 23    
χάρις τοῦ κυρίου ᾽Ιησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν.






Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.