TITUS
Novum Testamentum graece
Part No. 120
Previous part

Book: Rom. 
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ

Epistola beati Pauli apostoli ad Romanos




Chapter: 1 
Verse: 1    Παῦλος δοῦλος Χριστοῦ ᾽Ιησοῦ, κλητὸς ἀπόστολος, ἀϕωρισμένος εἰς εὐαγγέλιον ϑεοῦ,
Verse: 2    
προεπηγγείλατο διὰ τῶν προϕητῶν αὐτοῦ ἐν γραϕαῖς ἁγίαις,
Verse: 3    
περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα,
Verse: 4    
τοῦ ὁρισϑέντος υἱοῦ ϑεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, ᾽Ιησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν,
Verse: 5    
δι' οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσιν τοῖς ἔϑνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ,
Verse: 6    
ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ ᾽Ιησοῦ Χριστοῦ,
Verse: 7    
πᾶσιν τοῖς οὖσιν ἐν ῾Ρώμῃ ἀγαπητοῖς ϑεοῦ, κλητοῖς ἁγίοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ϑεοῦ πατρὸς ἡμῶν καὶ κυρίου ᾽Ιησοῦ Χριστοῦ.
Verse: 8    
Πρῶτον μὲν εὐχαριστῶ τῷ ϑεῷ μου διὰ ᾽Ιησοῦ Χριστοῦ περὶ πάντων ὑμῶν, ὅτι πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.
Verse: 9    
μάρτυς γάρ μού ἐστιν ϑεός, λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι
Verse: 10    
πάντοτε ἐπὶ τῶν προσευχῶν μου, δεόμενος εἴ πως ἤδη ποτὲ εὐοδωϑήσομαι ἐν τῷ ϑελήματι τοῦ ϑεοῦ ἐλϑεῖν πρὸς ὑμᾶς.
Verse: 11    
ἐπιποϑῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχϑῆναι ὑμᾶς,
Verse: 12    
τοῦτο δέ ἐστιν συμπαρακληϑῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ.
Verse: 13    
οὐ ϑέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελϕοί, ὅτι πολλάκις προεϑέμην ἐλϑεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύϑην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καϑὼς καὶ ἐν τοῖς λοιποῖς ἔϑνεσιν.
Verse: 14    
῞Ελλησίν τε καὶ βαρβάροις, σοϕοῖς τε καὶ ἀνοήτοις ὀϕειλέτης εἰμί·
Verse: 15    
οὕτως τὸ κατ' ἐμὲ πρόϑυμον καὶ ὑμῖν τοῖς ἐν ῾Ρώμῃ εὐαγγελίσασϑαι.
Verse: 16    
Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον, δύναμις γὰρ ϑεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, ᾽Ιουδαίῳ τε πρῶτον καὶ ῞Ελληνι·
Verse: 17    
δικαιοσύνη γὰρ ϑεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καϑὼς γέγραπται, ῾Ο δὲ δίκαιος ἐκ πίστεως ζήσεται.
Verse: 18    
᾽Αποκαλύπτεται γὰρ ὀργὴ ϑεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνϑρώπων τῶν τὴν ἀλήϑειαν ἐν ἀδικίᾳ κατεχόντων,
Verse: 19    
διότι τὸ γνωστὸν τοῦ ϑεοῦ ϕανερόν ἐστιν ἐν αὐτοῖς· ϑεὸς γὰρ αὐτοῖς ἐϕανέρωσεν.
Verse: 20    
τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καϑορᾶται, τε ἀίδιος αὐτοῦ δύναμις καὶ ϑειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους·
Verse: 21    
διότι γνόντες τὸν ϑεὸν οὐχ ὡς ϑεὸν ἐδόξασαν ηὐχαρίστησαν, ἀλλ' ἐματαιώϑησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσϑη ἀσύνετος αὐτῶν καρδία.
Verse: 22    
ϕάσκοντες εἶναι σοϕοὶ ἐμωράνϑησαν,
Verse: 23    
καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀϕϑάρτου ϑεοῦ ἐν ὁμοιώματι εἰκόνος ϕϑαρτοῦ ἀνϑρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.
Verse: 24    
Διὸ παρέδωκεν αὐτοὺς ϑεὸς ἐν ταῖς ἐπιϑυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαϑαρσίαν τοῦ ἀτιμάζεσϑαι τὰ σώματα αὐτῶν ἐν αὑτοῖς,
Verse: 25    
οἵτινες μετήλλαξαν τὴν ἀλήϑειαν τοῦ ϑεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσϑησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν.
Verse: 26    
διὰ τοῦτο παρέδωκεν αὐτοὺς ϑεὸς εἰς πάϑη ἀτιμίας· αἵ τε γὰρ ϑήλειαι αὐτῶν μετήλλαξαν τὴν ϕυσικὴν χρῆσιν εἰς τὴν παρὰ ϕύσιν,
Verse: 27    
ὁμοίως τε καὶ οἱ ἄρσενες ἀϕέντες τὴν ϕυσικὴν χρῆσιν τῆς ϑηλείας ἐξεκαύϑησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισϑίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.
Verse: 28    
καὶ καϑὼς οὐκ ἐδοκίμασαν τὸν ϑεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ϑεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καϑήκοντα,
Verse: 29    
πεπληρωμένους πάσῃ ἀδικίᾳ πονηρίᾳ πλεονεξίᾳ κακίᾳ, μεστοὺς ϕϑόνου ϕόνου ἔριδος δόλου κακοηϑείας, ψιϑυριστάς,
Verse: 30    
καταλάλους, ϑεοστυγεῖς, ὑβριστάς, ὑπερηϕάνους, ἀλαζόνας, ἐϕευρετὰς κακῶν, γονεῦσιν ἀπειϑεῖς,
Verse: 31    
ἀσυνέτους, ἀσυνϑέτους, ἀστόργους, ἀνελεήμονας·
Verse: 32    
οἵτινες τὸ δικαίωμα τοῦ ϑεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι ϑανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσιν τοῖς πράσσουσιν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.