TITUS
Novum Testamentum graece
Part No. 131
Previous part

Chapter: 12 
Verse: 1    Παρακαλῶ οὖν ὑμᾶς, ἀδελϕοί, διὰ τῶν οἰκτιρμῶν τοῦ ϑεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν ϑυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῷ ϑεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν·
Verse: 2    
καὶ μὴ συσχηματίζεσϑε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορϕοῦσϑε τῇ ἀνακαινώσει τοῦ νοός, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ ϑέλημα τοῦ ϑεοῦ, τὸ ἀγαϑὸν καὶ εὐάρεστον καὶ τέλειον.
Verse: 3    
Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοϑείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν μὴ ὑπερϕρονεῖν παρ' δεῖ ϕρονεῖν, ἀλλὰ ϕρονεῖν εἰς τὸ σωϕρονεῖν, ἑκάστῳ ὡς ϑεὸς ἐμέρισεν μέτρον πίστεως.
Verse: 4    
καϑάπερ γὰρ ἐν ἑνὶ σώματι πολλὰ μέλη ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν,
Verse: 5    
οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, τὸ δὲ καϑ' εἷς ἀλλήλων μέλη.
Verse: 6    
ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοϑεῖσαν ἡμῖν διάϕορα, εἴτε προϕητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως,
Verse: 7    
εἴτε διακονίαν ἐν τῇ διακονίᾳ, εἴτε διδάσκων ἐν τῇ διδασκαλίᾳ,
Verse: 8    
εἴτε παρακαλῶν ἐν τῇ παρακλήσει, μεταδιδοὺς ἐν ἁπλότητι, προϊστάμενος ἐν σπουδῇ, ἐλεῶν ἐν ἱλαρότητι.
Verse: 9    
῾Η ἀγάπη ἀνυπόκριτος. ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαϑῷ·
Verse: 10    
τῇ ϕιλαδελϕίᾳ εἰς ἀλλήλους ϕιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι,
Verse: 11    
τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ κυρίῳ δουλεύοντες,
Verse: 12    
τῇ ἐλπίδι χαίροντες, τῇ ϑλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες,
Verse: 13    
ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν ϕιλοξενίαν διώκοντες.
Verse: 14    
εὐλογεῖτε τοὺς διώκοντας, εὐλογεῖτε καὶ μὴ καταρᾶσϑε.
Verse: 15    
χαίρειν μετὰ χαιρόντων, κλαίειν μετὰ κλαιόντων.
Verse: 16    
τὸ αὐτὸ εἰς ἀλλήλους ϕρονοῦντες, μὴ τὰ ὑψηλὰ ϕρονοῦντες ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. μὴ γίνεσϑε ϕρόνιμοι παρ' ἑαυτοῖς.
Verse: 17    
μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες· προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνϑρώπων·
Verse: 18    
εἰ δυνατόν, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνϑρώπων εἰρηνεύοντες·
Verse: 19    
μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ, γέγραπται γάρ, ᾽Εμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω,λέγει κύριος.
Verse: 20    
ἀλλὰ ἐὰν πεινᾷ ἐχϑρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνϑρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ.
Verse: 21    
μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαϑῷ τὸ κακόν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.