TITUS
Novum Testamentum graece
Part No. 132
Previous part

Chapter: 13 
Verse: 1    Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσϑω. οὐ γὰρ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ ϑεοῦ, αἱ δὲ οὖσαι ὑπὸ ϑεοῦ τεταγμέναι εἰσίν·
Verse: 2    
ὥστε ἀντιτασσόμενος τῇ ἐξουσίᾳ τῇ τοῦ ϑεοῦ διαταγῇ ἀνϑέστηκεν, οἱ δὲ ἀνϑεστηκότες ἑαυτοῖς κρίμα λήμψονται.
Verse: 3    
οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν ϕόβος τῷ ἀγαϑῷ ἔργῳ ἀλλὰ τῷ κακῷ. ϑέλεις δὲ μὴ ϕοβεῖσϑαι τὴν ἐξουσίαν; τὸ ἀγαϑὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς·
Verse: 4    
ϑεοῦ γὰρ διάκονός ἐστιν σοὶ εἰς τὸ ἀγαϑόν. ἐὰν δὲ τὸ κακὸν ποιῇς, ϕοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν ϕορεῖ· ϑεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι.
Verse: 5    
διὸ ἀνάγκη ὑποτάσσεσϑαι, οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν.
Verse: 6    
διὰ τοῦτο γὰρ καὶ ϕόρους τελεῖτε, λειτουργοὶ γὰρ ϑεοῦ εἰσιν εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες.
Verse: 7    
ἀπόδοτε πᾶσιν τὰς ὀϕειλάς, τῷ τὸν ϕόρον τὸν ϕόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν ϕόβον τὸν ϕόβον, τῷ τὴν τιμὴν τὴν τιμήν.
Verse: 8    
Μηδενὶ μηδὲν ὀϕείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν· γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν.
Verse: 9    
τὸ γὰρ Οὐ μοιχεύσεις, Οὐ ϕονεύσεις, Οὐ κλέψεις, Οὐκ ἐπιϑυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τῷ λόγῳ τούτῳ ἀνακεϕαλαιοῦται, [ἐν τῷ] ᾽Αγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
Verse: 10    
ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἀγάπη.
Verse: 11    
Καὶ τοῦτο εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἤδη ὑμᾶς ἐξ ὕπνου ἐγερϑῆναι, νῦν γὰρ ἐγγύτερον ἡμῶν σωτηρία ὅτε ἐπιστεύσαμεν.
Verse: 12    
νὺξ προέκοψεν, δὲ ἡμέρα ἤγγικεν. ἀποϑώμεϑα οὖν τὰ ἔργα τοῦ σκότους, ἐνδυσώμεϑα δὲ τὰ ὅπλα τοῦ ϕωτός.
Verse: 13    
ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέϑαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ·
Verse: 14    
ἀλλὰ ἐνδύσασϑε τὸν κύριον ᾽Ιησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσϑε εἰς ἐπιϑυμίας.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.