TITUS
Novum Testamentum graece
Part No. 133
Previous part

Chapter: 14 
Verse: 1    Τὸν δὲ ἀσϑενοῦντα τῇ πίστει προσλαμβάνεσϑε, μὴ εἰς διακρίσεις διαλογισμῶν.
Verse: 2    
ὃς μὲν πιστεύει ϕαγεῖν πάντα, δὲ ἀσϑενῶν λάχανα ἐσϑίει.
Verse: 3    
ἐσϑίων τὸν μὴ ἐσϑίοντα μὴ ἐξουϑενείτω, δὲ μὴ ἐσϑίων τὸν ἐσϑίοντα μὴ κρινέτω, ϑεὸς γὰρ αὐτὸν προσελάβετο.
Verse: 4    
σὺ τίς εἶ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει πίπτει· σταϑήσεται δέ, δυνατεῖ γὰρ κύριος στῆσαι αὐτόν.
Verse: 5    
ὃς μὲν [γὰρ] κρίνει ἡμέραν παρ' ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν· ἕκαστος ἐν τῷ ἰδίῳ νοὶ πληροϕορείσϑω.
Verse: 6    
ϕρονῶν τὴν ἡμέραν κυρίῳ ϕρονεῖ· καὶ ἐσϑίων κυρίῳ ἐσϑίει, εὐχαριστεῖ γὰρ τῷ ϑεῷ· καὶ μὴ ἐσϑίων κυρίῳ οὐκ ἐσϑίει, καὶ εὐχαριστεῖ τῷ ϑεῷ.
Verse: 7    
οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποϑνῄσκει·
Verse: 8    
ἐάν τε γὰρ ζῶμεν, τῷ κυρίῳ ζῶμεν, ἐάν τε ἀποϑνῄσκωμεν, τῷ κυρίῳ ἀποϑνῄσκομεν. ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποϑνῄσκωμεν, τοῦ κυρίου ἐσμέν.
Verse: 9    
εἰς τοῦτο γὰρ Χριστὸς ἀπέϑανεν καὶ ἔζησεν ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.
Verse: 10    
σὺ δὲ τί κρίνεις τὸν ἀδελϕόν σου; καὶ σὺ τί ἐξουϑενεῖς τὸν ἀδελϕόν σου; πάντες γὰρ παραστησόμεϑα τῷ βήματι τοῦ ϑεοῦ·
Verse: 11    
γέγραπται γάρ, Ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ ϑεῷ.
Verse: 12    
ἄρα [οὖν] ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ ϑεῷ.
Verse: 13    
Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιϑέναι πρόσκομμα τῷ ἀδελϕῷ σκάνδαλον.
Verse: 14    
οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ ᾽Ιησοῦ ὅτι οὐδὲν κοινὸν δι' ἑαυτοῦ· εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν.
Verse: 15    
εἰ γὰρ διὰ βρῶμα ἀδελϕός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς ἀπέϑανεν.
Verse: 16    
μὴ βλασϕημείσϑω οὖν ὑμῶν τὸ ἀγαϑόν.
Verse: 17    
οὐ γάρ ἐστιν βασιλεία τοῦ ϑεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ·
Verse: 18    
γὰρ ἐν τούτῳ δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ ϑεῷ καὶ δόκιμος τοῖς ἀνϑρώποις.
Verse: 19    
ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους·
Verse: 20    
μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ ϑεοῦ. πάντα μὲν καϑαρά, ἀλλὰ κακὸν τῷ ἀνϑρώπῳ τῷ διὰ προσκόμματος ἐσϑίοντι.
Verse: 21    
καλὸν τὸ μὴ ϕαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ἀδελϕός σου προσκόπτει.
Verse: 22    
σὺ πίστιν [ἣν] ἔχεις κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ ϑεοῦ. μακάριος μὴ κρίνων ἑαυτὸν ἐν δοκιμάζει·
Verse: 23    
δὲ διακρινόμενος ἐὰν ϕάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.