TITUS
Novum Testamentum graece
Part No. 134
Previous part

Chapter: 15 
Verse: 1    ᾽Οϕείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσϑενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν.
Verse: 2    
ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαϑὸν πρὸς οἰκοδομήν·
Verse: 3    
καὶ γὰρ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν· ἀλλὰ καϑὼς γέγραπται, Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ.
Verse: 4    
ὅσα γὰρ προεγράϕη, εἰς τὴν ἡμετέραν διδασκαλίαν ἐγράϕη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν γραϕῶν τὴν ἐλπίδα ἔχωμεν.
Verse: 5    
δὲ ϑεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ ϕρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν ᾽Ιησοῦν,
Verse: 6    
ἵνα ὁμοϑυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν ϑεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ.
Verse: 7    
Διὸ προσλαμβάνεσϑε ἀλλήλους, καϑὼς καὶ Χριστὸς προσελάβετο ὑμᾶς, εἰς δόξαν τοῦ ϑεοῦ.
Verse: 8    
λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσϑαι περιτομῆς ὑπὲρ ἀληϑείας ϑεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων,
Verse: 9    
τὰ δὲ ἔϑνη ὑπὲρ ἐλέους δοξάσαι τὸν ϑεόν· καϑὼς γέγραπται, Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔϑνεσιν, καὶ τῷ ὀνοματί σου ψαλῶ.
Verse: 10    
καὶ πάλιν λέγει, Εὐϕράνϑητε, ἔϑνη, μετὰ τοῦ λαοῦ αὐτοῦ.
Verse: 11    
καὶ πάλιν, Αἰνεῖτε, πάντα τὰ ἔϑνη, τὸν κύριον, καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί.
Verse: 12    
καὶ πάλιν ᾽Ησαίας λέγει, ῎Εσται ῥίζα τοῦ ᾽Ιεσσαί, καὶ ἀνιστάμενος ἄρχειν ἐϑνῶν· ἐπ' αὐτῷ ἔϑνη ἐλπιοῦσιν.
Verse: 13    
δὲ ϑεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου.
Verse: 14    
Πέπεισμαι δέ, ἀδελϕοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαϑωσύνης, πεπληρωμένοι πάσης [τῆς] γνώσεως, δυνάμενοι καὶ ἀλλήλους νουϑετεῖν.
Verse: 15    
τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνῄσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοϑεῖσάν μοι ὑπὸ τοῦ ϑεοῦ
Verse: 16    
εἰς τὸ εἶναί με λειτουργὸν Χριστοῦ ᾽Ιησοῦ εἰς τὰ ἔϑνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ ϑεοῦ, ἵνα γένηται προσϕορὰ τῶν ἐϑνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν πνεύματι ἁγίῳ.
Verse: 17    
ἔχω οὖν [τὴν] καύχησιν ἐν Χριστῷ ᾽Ιησοῦ τὰ πρὸς τὸν ϑεόν·
Verse: 18    
οὐ γὰρ τολμήσω τι λαλεῖν ὧν οὐ κατειργάσατο Χριστὸς δι' ἐμοῦ εἰς ὑπακοὴν ἐϑνῶν, λόγῳ καὶ ἔργῳ,
Verse: 19    
ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει πνεύματος· ὥστε με ἀπὸ ᾽Ιερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ ᾽Ιλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ,
Verse: 20    
οὕτως δὲ ϕιλοτιμούμενον εὐαγγελίζεσϑαι οὐχ ὅπου ὠνομάσϑη Χριστός, ἵνα μὴ ἐπ' ἀλλότριον ϑεμέλιον οἰκοδομῶ,
Verse: 21    
ἀλλὰ καϑὼς γέγραπται, Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν.
Verse: 22    
Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλϑεῖν πρὸς ὑμᾶς·
Verse: 23    
νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποϑίαν δὲ ἔχων τοῦ ἐλϑεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν,
Verse: 24    
ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν· ἐλπίζω γὰρ διαπορευόμενος ϑεάσασϑαι ὑμᾶς καὶ ὑϕ' ὑμῶν προπεμϕϑῆναι ἐκεῖ ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησϑῶ
Verse: 25    
νυνὶ δὲ πορεύομαι εἰς ᾽Ιερουσαλὴμ διακονῶν τοῖς ἁγίοις.
Verse: 26    
ηὐδόκησαν γὰρ Μακεδονία καὶ ᾽Αχαία κοινωνίαν τινὰ ποιήσασϑαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν ᾽Ιερουσαλήμ.
Verse: 27    
ηὐδόκησαν γάρ, καὶ ὀϕειλέται εἰσὶν αὐτῶν· εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔϑνη, ὀϕείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς.
Verse: 28    
τοῦτο οὖν ἐπιτελέσας, καὶ σϕραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι δι' ὑμῶν εἰς Σπανίαν·
Verse: 29    
οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας Χριστοῦ ἐλεύσομαι.
Verse: 30    
Παρακαλῶ δὲ ὑμᾶσ[, ἀδελϕοί,] διὰ τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος, συναγωνίσασϑαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν ϑεόν,
Verse: 31    
ἵνα ῥυσϑῶ ἀπὸ τῶν ἀπειϑούντων ἐν τῇ ᾽Ιουδαίᾳ καὶ διακονία μου εἰς ᾽Ιερουσαλὴμ εὐπρόσδεκτος τοῖς ἁγίοις γένηται,
Verse: 32    
ἵνα ἐν χαρᾷ ἐλϑὼν πρὸς ὑμᾶς διὰ ϑελήματος ϑεοῦ συναναπαύσωμαι ὑμῖν.
Verse: 33    
δὲ ϑεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν· ἀμήν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.