TITUS
Novum Testamentum graece
Part No. 135
Chapter: 16
Verse: 1
Συνίστημι
δὲ
ὑμῖν
Φοίβην
τὴν
ἀδελϕὴν
ἡμῶν
,
οὖσαν
[καὶ]
διάκονον
τῆς
ἐκκλησίας
τῆς
ἐν
Κεγχρεαῖς
,
Verse: 2
ἵνα
προσδέξησϑε
αὐτὴν
ἐν
κυρίῳ
ἀξίως
τῶν
ἁγίων
,
καὶ
παραστῆτε
αὐτῇ
ἐν
ᾧ
ἂν
ὑμῶν
χρῄζῃ
πράγματι
,
καὶ
γὰρ
αὐτὴ
προστάτις
πολλῶν
ἐγενήϑη
καὶ
ἐμοῦ
αὐτοῦ
.
Verse: 3
᾽Ασπάσασϑε
Πρίσκαν
καὶ
᾽Ακύλαν
τοὺς
συνεργούς
μου
ἐν
Χριστῷ
᾽Ιησοῦ
,
Verse: 4
οἵτινες
ὑπὲρ
τῆς
ψυχῆς
μου
τὸν
ἑαυτῶν
τράχηλον
ὑπέϑηκαν
,
οἷς
οὐκ
ἐγὼ
μόνος
εὐχαριστῶ
ἀλλὰ
καὶ
πᾶσαι
αἱ
ἐκκλησίαι
τῶν
ἐϑνῶν
,
Verse: 5
καὶ
τὴν
κατ
'
οἶκον
αὐτῶν
ἐκκλησίαν
.
ἀσπάσασϑε
᾽Επαίνετον
τὸν
ἀγαπητόν
μου
,
ὅς
ἐστιν
ἀπαρχὴ
τῆς
᾽Ασίας
εἰς
Χριστόν
.
Verse: 6
ἀσπάσασϑε
Μαριάμ
,
ἥτις
πολλὰ
ἐκοπίασεν
εἰς
ὑμᾶς
.
Verse: 7
ἀσπάσασϑε
᾽Ανδρόνικον
καὶ
᾽Ιουνιᾶν
τοὺς
συγγενεῖς
μου
καὶ
συναιχμαλώτους
μου
,
οἵτινές
εἰσιν
ἐπίσημοι
ἐν
τοῖς
ἀποστόλοις
,
οἳ
καὶ
πρὸ
ἐμοῦ
γέγοναν
ἐν
Χριστῷ
.
Verse: 8
ἀσπάσασϑε
᾽Αμπλιᾶτον
τὸν
ἀγαπητόν
μου
ἐν
κυρίῳ
.
Verse: 9
ἀσπάσασϑε
Οὐρβανὸν
τὸν
συνεργὸν
ἡμῶν
ἐν
Χριστῷ
καὶ
Στάχυν
τὸν
ἀγαπητόν
μου
.
Verse: 10
ἀσπάσασϑε
᾽Απελλῆν
τὸν
δόκιμον
ἐν
Χριστῷ
.
ἀσπάσασϑε
τοὺς
ἐκ
τῶν
᾽Αριστοβούλου
.
Verse: 11
ἀσπάσασϑε
῾Ηρῳδίωνα
τὸν
συγγενῆ
μου
.
ἀσπάσασϑε
τοὺς
ἐκ
τῶν
Ναρκίσσου
τοὺς
ὄντας
ἐν
κυρίῳ
.
Verse: 12
ἀσπάσασϑε
Τρύϕαιναν
καὶ
Τρυϕῶσαν
τὰς
κοπιώσας
ἐν
κυρίῳ
.
ἀσπάσασϑε
Περσίδα
τὴν
ἀγαπητήν
,
ἥτις
πολλὰ
ἐκοπίασεν
ἐν
κυρίῳ
.
Verse: 13
ἀσπάσασϑε
῾Ροῦϕον
τὸν
ἐκλεκτὸν
ἐν
κυρίῳ
καὶ
τὴν
μητέρα
αὐτοῦ
καὶ
ἐμοῦ
.
Verse: 14
ἀσπάσασϑε
᾽Ασύγκριτον
,
Φλέγοντα
,
῾Ερμῆν
,
Πατροβᾶν
,
῾Ερμᾶν
,
καὶ
τοὺς
σὺν
αὐτοῖς
ἀδελϕούς
.
Verse: 15
ἀσπάσασϑε
Φιλόλογον
καὶ
᾽Ιουλίαν
,
Νηρέα
καὶ
τὴν
ἀδελϕὴν
αὐτοῦ
,
καὶ
᾽Ολυμπᾶν
,
καὶ
τοὺς
σὺν
αὐτοῖς
πάντας
ἁγίους
.
Verse: 16
᾽Ασπάσασϑε
ἀλλήλους
ἐν
ϕιλήματι
ἁγίῳ
.
᾽Ασπάζονται
ὑμᾶς
αἱ
ἐκκλησίαι
πᾶσαι
τοῦ
Χριστοῦ
.
Verse: 17
Παρακαλῶ
δὲ
ὑμᾶς
,
ἀδελϕοί
,
σκοπεῖν
τοὺς
τὰς
διχοστασίας
καὶ
τὰ
σκάνδαλα
παρὰ
τὴν
διδαχὴν
ἣν
ὑμεῖς
ἐμάϑετε
ποιοῦντας
,
καὶ
ἐκκλίνετε
ἀπ
'
αὐτῶν
·
Verse: 18
οἱ
γὰρ
τοιοῦτοι
τῷ
κυρίῳ
ἡμῶν
Χριστῷ
οὐ
δουλεύουσιν
ἀλλὰ
τῇ
ἑαυτῶν
κοιλίᾳ
,
καὶ
διὰ
τῆς
χρηστολογίας
καὶ
εὐλογίας
ἐξαπατῶσιν
τὰς
καρδίας
τῶν
ἀκάκων
.
Verse: 19
ἡ
γὰρ
ὑμῶν
ὑπακοὴ
εἰς
πάντας
ἀϕίκετο
·
ἐϕ
'
ὑμῖν
οὖν
χαίρω
,
ϑέλω
δὲ
ὑμᾶς
σοϕοὺς
εἶναι
εἰς
τὸ
ἀγαϑόν
,
ἀκεραίους
δὲ
εἰς
τὸ
κακόν
.
Verse: 20
ὁ
δὲ
ϑεὸς
τῆς
εἰρήνης
συντρίψει
τὸν
Σατανᾶν
ὑπὸ
τοὺς
πόδας
ὑμῶν
ἐν
τάχει
.
ἡ
χάρις
τοῦ
κυρίου
ἡμῶν
᾽Ιησοῦ
μεϑ
'
ὑμῶν
.
Verse: 21
᾽Ασπάζεται
ὑμᾶς
Τιμόϑεος
ὁ
συνεργός
μου
,
καὶ
Λούκιος
καὶ
᾽Ιάσων
καὶ
Σωσίπατρος
οἱ
συγγενεῖς
μου
.
Verse: 22
ἀσπάζομαι
ὑμᾶς
ἐγὼ
Τέρτιος
ὁ
γράψας
τὴν
ἐπιστολὴν
ἐν
κυρίῳ
.
Verse: 23
ἀσπάζεται
ὑμᾶς
Γάϊος
ὁ
ξένος
μου
καὶ
ὅλης
τῆς
ἐκκλησίας
.
ἀσπάζεται
ὑμᾶς
῎Εραστος
ὁ
οἰκονόμος
τῆς
πόλεως
καὶ
Κούαρτος
ὁ
ἀδελϕός
.
Verse: 24
(
*η
χαρις
του
κυριου
ημων
Ιησου
Χριστου
μετα
παντων
υμων
·
αμην
*)
Verse: 25
Τῷ
δὲ
δυναμένῳ
ὑμᾶς
στηρίξαι
κατὰ
τὸ
εὐαγγέλιόν
μου
καὶ
τὸ
κήρυγμα
᾽Ιησοῦ
Χριστοῦ
,
κατὰ
ἀποκάλυψιν
μυστηρίου
χρόνοις
αἰωνίοις
σεσιγημένου
Verse: 26
ϕανερωϑέντος
δὲ
νῦν
διά
τε
γραϕῶν
προϕητικῶν
κατ
'
ἐπιταγὴν
τοῦ
αἰωνίου
ϑεοῦ
εἰς
ὑπακοὴν
πίστεως
εἰς
πάντα
τὰ
ἔϑνη
γνωρισϑέντος
,
Verse: 27
μόνῳ
σοϕῷ
ϑεῷ
διὰ
᾽Ιησοῦ
Χριστοῦ
[ᾧ]
ἡ
δόξα
εἰς
τοὺς
αἰῶνας
ἀμήν
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.