TITUS
Novum Testamentum graece
Part No. 125
Previous part

Chapter: 6 
Verse: 1    Τί οὖν ἐροῦμεν; ἐπιμένωμεν τῇ ἁμαρτίᾳ, ἵνα χάρις πλεονάσῃ;
Verse: 2    
μὴ γένοιτο· οἵτινες ἀπεϑάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ;
Verse: 3    
ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσϑημεν εἰς Χριστὸν ᾽Ιησοῦν εἰς τὸν ϑάνατον αὐτοῦ ἐβαπτίσϑημεν;
Verse: 4    
συνετάϕημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν ϑάνατον, ἵνα ὥσπερ ἠγέρϑη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός, οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.
Verse: 5    
εἰ γὰρ σύμϕυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ ϑανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεϑα·
Verse: 6    
τοῦτο γινώσκοντες, ὅτι παλαιὸς ἡμῶν ἄνϑρωπος συνεσταυρώϑη, ἵνα καταργηϑῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ·
Verse: 7    
γὰρ ἀποϑανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας.
Verse: 8    
εἰ δὲ ἀπεϑάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ·
Verse: 9    
εἰδότες ὅτι Χριστὸς ἐγερϑεὶς ἐκ νεκρῶν οὐκέτι ἀποϑνῄσκει, ϑάνατος αὐτοῦ οὐκέτι κυριεύει.
Verse: 10    
γὰρ ἀπέϑανεν, τῇ ἁμαρτίᾳ ἀπέϑανεν ἐϕάπαξ· δὲ ζῇ, ζῇ τῷ ϑεῷ.
Verse: 11    
οὕτως καὶ ὑμεῖς λογίζεσϑε ἑαυτοὺς [εἶναι] νεκροὺς μὲν τῇ ἁμαρτίᾳ ζῶντας δὲ τῷ ϑεῷ ἐν Χριστῷ ᾽Ιησοῦ.
Verse: 12    
Μὴ οὖν βασιλευέτω ἁμαρτία ἐν τῷ ϑνητῷ ὑμῶν σώματι εἰς τὸ ὑπακούειν ταῖς ἐπιϑυμίαις αὐτοῦ,
Verse: 13    
μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ ϑεῷ ὡσεὶ ἐκ νεκρῶν ζῶντας καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ ϑεῷ·
Verse: 14    
ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει, οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλὰ ὑπὸ χάριν.
Verse: 15    
Τί οὖν; ἁμαρτήσωμεν ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον ἀλλὰ ὑπὸ χάριν; μὴ γένοιτο.
Verse: 16    
οὐκ οἴδατε ὅτι παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν, δοῦλοί ἐστε ὑπακούετε, ἤτοι ἁμαρτίας εἰς ϑάνατον ὑπακοῆς εἰς δικαιοσύνην;
Verse: 17    
χάρις δὲ τῷ ϑεῷ ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόϑητε τύπον διδαχῆς,
Verse: 18    
ἐλευϑερωϑέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώϑητε τῇ δικαιοσύνῃ·
Verse: 19    
ἀνϑρώπινον λέγω διὰ τὴν ἀσϑένειαν τῆς σαρκὸς ὑμῶν. ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαϑαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτως νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν.
Verse: 20    
ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύϑεροι ἦτε τῇ δικαιοσύνῃ.
Verse: 21    
τίνα οὖν καρπὸν εἴχετε τότε ἐϕ' οἷς νῦν ἐπαισχύνεσϑε; τὸ γὰρ τέλος ἐκείνων ϑάνατος.
Verse: 22    
νυνὶ δέ, ἐλευϑερωϑέντες ἀπὸ τῆς ἁμαρτίας δουλωϑέντες δὲ τῷ ϑεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον.
Verse: 23    
τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας ϑάνατος, τὸ δὲ χάρισμα τοῦ ϑεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ ᾽Ιησοῦ τῷ κυρίῳ ἡμῶν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.