TITUS
Novum Testamentum graece
Part No. 125
Chapter: 6
Verse: 1
Τί
οὖν
ἐροῦμεν
;
ἐπιμένωμεν
τῇ
ἁμαρτίᾳ
,
ἵνα
ἡ
χάρις
πλεονάσῃ
;
Verse: 2
μὴ
γένοιτο
·
οἵτινες
ἀπεϑάνομεν
τῇ
ἁμαρτίᾳ
,
πῶς
ἔτι
ζήσομεν
ἐν
αὐτῇ
;
Verse: 3
ἢ
ἀγνοεῖτε
ὅτι
ὅσοι
ἐβαπτίσϑημεν
εἰς
Χριστὸν
᾽Ιησοῦν
εἰς
τὸν
ϑάνατον
αὐτοῦ
ἐβαπτίσϑημεν
;
Verse: 4
συνετάϕημεν
οὖν
αὐτῷ
διὰ
τοῦ
βαπτίσματος
εἰς
τὸν
ϑάνατον
,
ἵνα
ὥσπερ
ἠγέρϑη
Χριστὸς
ἐκ
νεκρῶν
διὰ
τῆς
δόξης
τοῦ
πατρός
,
οὕτως
καὶ
ἡμεῖς
ἐν
καινότητι
ζωῆς
περιπατήσωμεν
.
Verse: 5
εἰ
γὰρ
σύμϕυτοι
γεγόναμεν
τῷ
ὁμοιώματι
τοῦ
ϑανάτου
αὐτοῦ
,
ἀλλὰ
καὶ
τῆς
ἀναστάσεως
ἐσόμεϑα
·
Verse: 6
τοῦτο
γινώσκοντες
,
ὅτι
ὁ
παλαιὸς
ἡμῶν
ἄνϑρωπος
συνεσταυρώϑη
,
ἵνα
καταργηϑῇ
τὸ
σῶμα
τῆς
ἁμαρτίας
,
τοῦ
μηκέτι
δουλεύειν
ἡμᾶς
τῇ
ἁμαρτίᾳ
·
Verse: 7
ὁ
γὰρ
ἀποϑανὼν
δεδικαίωται
ἀπὸ
τῆς
ἁμαρτίας
.
Verse: 8
εἰ
δὲ
ἀπεϑάνομεν
σὺν
Χριστῷ
,
πιστεύομεν
ὅτι
καὶ
συζήσομεν
αὐτῷ
·
Verse: 9
εἰδότες
ὅτι
Χριστὸς
ἐγερϑεὶς
ἐκ
νεκρῶν
οὐκέτι
ἀποϑνῄσκει
,
ϑάνατος
αὐτοῦ
οὐκέτι
κυριεύει
.
Verse: 10
ὃ
γὰρ
ἀπέϑανεν
,
τῇ
ἁμαρτίᾳ
ἀπέϑανεν
ἐϕάπαξ
·
ὃ
δὲ
ζῇ
,
ζῇ
τῷ
ϑεῷ
.
Verse: 11
οὕτως
καὶ
ὑμεῖς
λογίζεσϑε
ἑαυτοὺς
[εἶναι]
νεκροὺς
μὲν
τῇ
ἁμαρτίᾳ
ζῶντας
δὲ
τῷ
ϑεῷ
ἐν
Χριστῷ
᾽Ιησοῦ
.
Verse: 12
Μὴ
οὖν
βασιλευέτω
ἡ
ἁμαρτία
ἐν
τῷ
ϑνητῷ
ὑμῶν
σώματι
εἰς
τὸ
ὑπακούειν
ταῖς
ἐπιϑυμίαις
αὐτοῦ
,
Verse: 13
μηδὲ
παριστάνετε
τὰ
μέλη
ὑμῶν
ὅπλα
ἀδικίας
τῇ
ἁμαρτίᾳ
,
ἀλλὰ
παραστήσατε
ἑαυτοὺς
τῷ
ϑεῷ
ὡσεὶ
ἐκ
νεκρῶν
ζῶντας
καὶ
τὰ
μέλη
ὑμῶν
ὅπλα
δικαιοσύνης
τῷ
ϑεῷ
·
Verse: 14
ἁμαρτία
γὰρ
ὑμῶν
οὐ
κυριεύσει
,
οὐ
γάρ
ἐστε
ὑπὸ
νόμον
ἀλλὰ
ὑπὸ
χάριν
.
Verse: 15
Τί
οὖν
;
ἁμαρτήσωμεν
ὅτι
οὐκ
ἐσμὲν
ὑπὸ
νόμον
ἀλλὰ
ὑπὸ
χάριν
;
μὴ
γένοιτο
.
Verse: 16
οὐκ
οἴδατε
ὅτι
ᾧ
παριστάνετε
ἑαυτοὺς
δούλους
εἰς
ὑπακοήν
,
δοῦλοί
ἐστε
ᾧ
ὑπακούετε
,
ἤτοι
ἁμαρτίας
εἰς
ϑάνατον
ἢ
ὑπακοῆς
εἰς
δικαιοσύνην
;
Verse: 17
χάρις
δὲ
τῷ
ϑεῷ
ὅτι
ἦτε
δοῦλοι
τῆς
ἁμαρτίας
ὑπηκούσατε
δὲ
ἐκ
καρδίας
εἰς
ὃν
παρεδόϑητε
τύπον
διδαχῆς
,
Verse: 18
ἐλευϑερωϑέντες
δὲ
ἀπὸ
τῆς
ἁμαρτίας
ἐδουλώϑητε
τῇ
δικαιοσύνῃ
·
Verse: 19
ἀνϑρώπινον
λέγω
διὰ
τὴν
ἀσϑένειαν
τῆς
σαρκὸς
ὑμῶν
.
ὥσπερ
γὰρ
παρεστήσατε
τὰ
μέλη
ὑμῶν
δοῦλα
τῇ
ἀκαϑαρσίᾳ
καὶ
τῇ
ἀνομίᾳ
εἰς
τὴν
ἀνομίαν
,
οὕτως
νῦν
παραστήσατε
τὰ
μέλη
ὑμῶν
δοῦλα
τῇ
δικαιοσύνῃ
εἰς
ἁγιασμόν
.
Verse: 20
ὅτε
γὰρ
δοῦλοι
ἦτε
τῆς
ἁμαρτίας
,
ἐλεύϑεροι
ἦτε
τῇ
δικαιοσύνῃ
.
Verse: 21
τίνα
οὖν
καρπὸν
εἴχετε
τότε
ἐϕ
'
οἷς
νῦν
ἐπαισχύνεσϑε
;
τὸ
γὰρ
τέλος
ἐκείνων
ϑάνατος
.
Verse: 22
νυνὶ
δέ
,
ἐλευϑερωϑέντες
ἀπὸ
τῆς
ἁμαρτίας
δουλωϑέντες
δὲ
τῷ
ϑεῷ
,
ἔχετε
τὸν
καρπὸν
ὑμῶν
εἰς
ἁγιασμόν
,
τὸ
δὲ
τέλος
ζωὴν
αἰώνιον
.
Verse: 23
τὰ
γὰρ
ὀψώνια
τῆς
ἁμαρτίας
ϑάνατος
,
τὸ
δὲ
χάρισμα
τοῦ
ϑεοῦ
ζωὴ
αἰώνιος
ἐν
Χριστῷ
᾽Ιησοῦ
τῷ
κυρίῳ
ἡμῶν
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.