TITUS
Novum Testamentum graece
Part No. 126
Previous part

Chapter: 7 
Verse: 1    ῍Η ἀγνοεῖτε, ἀδελϕοί, γινώσκουσιν γὰρ νόμον λαλῶ, ὅτι νόμος κυριεύει τοῦ ἀνϑρώπου ἐϕ' ὅσον χρόνον ζῇ;
Verse: 2    
γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποϑάνῃ ἀνήρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός.
Verse: 3    
ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποϑάνῃ ἀνήρ, ἐλευϑέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ.
Verse: 4    
ὥστε, ἀδελϕοί μου, καὶ ὑμεῖς ἐϑανατώϑητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσϑαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερϑέντι, ἵνα καρποϕορήσωμεν τῷ ϑεῷ.
Verse: 5    
ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί, τὰ παϑήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν εἰς τὸ καρποϕορῆσαι τῷ ϑανάτῳ·
Verse: 6    
νυνὶ δὲ κατηργήϑημεν ἀπὸ τοῦ νόμου, ἀποϑανόντες ἐν κατειχόμεϑα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος.
Verse: 7    
Τί οὖν ἐροῦμεν; νόμος ἁμαρτία; μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου, τήν τε γὰρ ἐπιϑυμίαν οὐκ ᾔδειν εἰ μὴ νόμος ἔλεγεν, Οὐκ ἐπιϑυμήσεις.
Verse: 8    
ἀϕορμὴν δὲ λαβοῦσα ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιϑυμίαν· χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά.
Verse: 9    
ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ· ἐλϑούσης δὲ τῆς ἐντολῆς ἁμαρτία ἀνέζησεν,
Verse: 10    
ἐγὼ δὲ ἀπέϑανον, καὶ εὑρέϑη μοι ἐντολὴ εἰς ζωὴν αὕτη εἰς ϑάνατον·
Verse: 11    
γὰρ ἁμαρτία ἀϕορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησέν με καὶ δι' αὐτῆς ἀπέκτεινεν.
Verse: 12    
ὥστε μὲν νόμος ἅγιος, καὶ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαϑή.
Verse: 13    
Τὸ οὖν ἀγαϑὸν ἐμοὶ ἐγένετο ϑάνατος; μὴ γένοιτο· ἀλλὰ ἁμαρτία, ἵνα ϕανῇ ἁμαρτία, διὰ τοῦ ἀγαϑοῦ μοι κατεργαζομένη ϑάνατον· ἵνα γένηται καϑ' ὑπερβολὴν ἁμαρτωλὸς ἁμαρτία διὰ τῆς ἐντολῆς.
Verse: 14    
οἴδαμεν γὰρ ὅτι νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.
Verse: 15    
γὰρ κατεργάζομαι οὐ γινώσκω· οὐ γὰρ ϑέλω τοῦτο πράσσω, ἀλλ' μισῶ τοῦτο ποιῶ.
Verse: 16    
εἰ δὲ οὐ ϑέλω τοῦτο ποιῶ, σύμϕημι τῷ νόμῳ ὅτι καλός.
Verse: 17    
νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλὰ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.
Verse: 18    
οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτ' ἔστιν ἐν τῇ σαρκί μου, ἀγαϑόν· τὸ γὰρ ϑέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσϑαι τὸ καλὸν οὔ·
Verse: 19    
οὐ γὰρ ϑέλω ποιῶ ἀγαϑόν, ἀλλὰ οὐ ϑέλω κακὸν τοῦτο πράσσω.
Verse: 20    
εἰ δὲ οὐ ϑέλω [ἐγὼ] τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλὰ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.
Verse: 21    
Εὑρίσκω ἄρα τὸν νόμον τῷ ϑέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν ὅτι ἐμοὶ τὸ κακὸν παράκειται·
Verse: 22    
συνήδομαι γὰρ τῷ νόμῳ τοῦ ϑεοῦ κατὰ τὸν ἔσω ἄνϑρωπον,
Verse: 23    
βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσίν μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με ἐν τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσίν μου.
Verse: 24    
ταλαίπωρος ἐγὼ ἄνϑρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ ϑανάτου τούτου;
Verse: 25    
χάρις δὲ τῷ ϑεῷ διὰ ᾽Ιησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοὶ δουλεύω νόμῳ ϑεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.