TITUS
Novum Testamentum graece
Part No. 127
Previous part

Chapter: 8 
Verse: 1    Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ ᾽Ιησοῦ·
Verse: 2    
γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ ᾽Ιησοῦ ἠλευϑέρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ ϑανάτου.
Verse: 3    
τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ἠσϑένει διὰ τῆς σαρκός, ϑεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί,
Verse: 4    
ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωϑῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα.
Verse: 5    
οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς ϕρονοῦσιν, οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος.
Verse: 6    
τὸ γὰρ ϕρόνημα τῆς σαρκὸς ϑάνατος, τὸ δὲ ϕρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη·
Verse: 7    
διότι τὸ ϕρόνημα τῆς σαρκὸς ἔχϑρα εἰς ϑεόν, τῷ γὰρ νόμῳ τοῦ ϑεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται·
Verse: 8    
οἱ δὲ ἐν σαρκὶ ὄντες ϑεῷ ἀρέσαι οὐ δύνανται.
Verse: 9    
ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλὰ ἐν πνεύματι, εἴπερ πνεῦμα ϑεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.
Verse: 10    
εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην.
Verse: 11    
εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος τὸν ᾽Ιησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ἐγείρας [τὸν] Χριστὸν ἐκ νεκρῶν ζῳοποιήσει καὶ τὰ ϑνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν.
Verse: 12    
῎Αρα οὖν, ἀδελϕοί, ὀϕειλέται ἐσμέν, οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν·
Verse: 13    
εἰ γὰρ κατὰ σάρκα ζῆτε μέλλετε ἀποϑνῄσκειν, εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος ϑανατοῦτε ζήσεσϑε.
Verse: 14    
ὅσοι γὰρ πνεύματι ϑεοῦ ἄγονται, οὗτοι υἱοὶ ϑεοῦ εἰσιν.
Verse: 15    
οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς ϕόβον, ἀλλὰ ἐλάβετε πνεῦμα υἱοϑεσίας, ἐν κράζομεν, Αββα πατήρ·
Verse: 16    
αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα ϑεοῦ.
Verse: 17    
εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν ϑεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ, εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασϑῶμεν.
Verse: 18    
Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παϑήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυϕϑῆναι εἰς ἡμᾶς.
Verse: 19    
γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ ϑεοῦ ἀπεκδέχεται·
Verse: 20    
τῇ γὰρ ματαιότητι κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐϕ' ἑλπίδι
Verse: 21    
ὅτι καὶ αὐτὴ κτίσις ἐλευϑερωϑήσεται ἀπὸ τῆς δουλείας τῆς ϕϑορᾶς εἰς τὴν ἐλευϑερίαν τῆς δόξης τῶν τέκνων τοῦ ϑεοῦ.
Verse: 22    
οἴδαμεν γὰρ ὅτι πᾶσα κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν·
Verse: 23    
οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες ἡμεῖς καὶ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν υἱοϑεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν.
Verse: 24    
τῇ γὰρ ἐλπίδι ἐσώϑημεν· ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· γὰρ βλέπει τίς ἐλπίζει;
Verse: 25    
εἰ δὲ οὐ βλέπομεν ἐλπίζομεν, δι' ὑπομονῆς ἀπεκδεχόμεϑα.
Verse: 26    
῾Ωσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται τῇ ἀσϑενείᾳ ἡμῶν· τὸ γὰρ τί προσευξώμεϑα καϑὸ δεῖ οὐκ οἴδαμεν, ἀλλὰ αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις·
Verse: 27    
δὲ ἐραυνῶν τὰς καρδίας οἶδεν τί τὸ ϕρόνημα τοῦ πνεύματος, ὅτι κατὰ ϑεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.
Verse: 28    
οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσιν τὸν ϑεὸν πάντα συνεργεῖ εἰς ἀγαϑόν, τοῖς κατὰ πρόϑεσιν κλητοῖς οὖσιν.
Verse: 29    
ὅτι οὓς προέγνω, καὶ προώρισεν συμμόρϕους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελϕοῖς·
Verse: 30    
οὓς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσεν· καὶ οὓς ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν.
Verse: 31    
Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ϑεὸς ὑπὲρ ἡμῶν, τίς καϑ' ἡμῶν;
Verse: 32    
ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐϕείσατο, ἀλλὰ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;
Verse: 33    
τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν ϑεοῦ; ϑεὸς δικαιῶν·
Verse: 34    
τίς κατακρινῶν; Χριστὸς [᾽Ιησοῦς] ἀποϑανών, μᾶλλον δὲ ἐγερϑείς, ὃς καί ἐστιν ἐν δεξιᾷ τοῦ ϑεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν.
Verse: 35    
τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; ϑλῖψις στενοχωρία διωγμὸς λιμὸς γυμνότης κίνδυνος μάχαιρα;
Verse: 36    
καϑὼς γέγραπται ὅτι ῞Ενεκεν σοῦ ϑανατούμεϑα ὅλην τὴν ἡμέραν, ἐλογίσϑημεν ὡς πρόβατα σϕαγῆς.
Verse: 37    
ἀλλ' ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.
Verse: 38    
πέπεισμαι γὰρ ὅτι οὔτε ϑάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε δυνάμεις
Verse: 39    
οὔτε ὕψωμα οὔτε βάϑος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ ϑεοῦ τῆς ἐν Χριστῷ ᾽Ιησοῦ τῷ κυρίῳ ἡμῶν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.