TITUS
Novum Testamentum graece
Part No. 128
Previous part

Chapter: 9 
Verse: 1    ᾽Αλήϑειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν πνεύματι ἁγίῳ,
Verse: 2    
ὅτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου.
Verse: 3    
ηὐχόμην γὰρ ἀνάϑεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελϕῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα,
Verse: 4    
οἵτινές εἰσιν ᾽Ισραηλῖται, ὧν υἱοϑεσία καὶ δόξα καὶ αἱ διαϑῆκαι καὶ νομοϑεσία καὶ λατρεία καὶ αἱ ἐπαγγελίαι,
Verse: 5    
ὧν οἱ πατέρες, καὶ ἐξ ὧν Χριστὸς τὸ κατὰ σάρκα· ὢν ἐπὶ πάντων ϑεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.
Verse: 6    
Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν λόγος τοῦ ϑεοῦ. οὐ γὰρ πάντες οἱ ἐξ ᾽Ισραήλ, οὗτοι ᾽Ισραήλ·
Verse: 7    
οὐδ' ὅτι εἰσὶν σπέρμα ᾽Αβραάμ, πάντες τέκνα, ἀλλ', ᾽Εν ᾽Ισαὰκ κληϑήσεταί σοι σπέρμα.
Verse: 8    
τοῦτ' ἔστιν, οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ ϑεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα·
Verse: 9    
ἐπαγγελίας γὰρ λόγος οὗτος, Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάρρᾳ υἱός.
Verse: 10    
οὐ μόνον δέ, ἀλλὰ καὶ ῾Ρεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, ᾽Ισαὰκ τοῦ πατρὸς ἡμῶν·
Verse: 11    
μήπω γὰρ γεννηϑέντων μηδὲ πραξάντων τι ἀγαϑὸν ϕαῦλον, ἵνα κατ' ἐκλογὴν πρόϑεσις τοῦ ϑεοῦ μένῃ,
Verse: 12    
οὐκ ἐξ ἔργων ἀλλ' ἐκ τοῦ καλοῦντος, ἐρρέϑη αὐτῇ ὅτι ῾Ο μείζων δουλεύσει τῷ ἐλάσσονι·
Verse: 13    
καϑὼς γέγραπται, Τὸν ᾽Ιακὼβ ἠγάπησα, τὸν δὲ ᾽Ησαῦ ἐμίσησα.
Verse: 14    
Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ ϑεῷ; μὴ γένοιτο·
Verse: 15    
τῷ Μωϋσεῖ γὰρ λέγει, ᾽Ελεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω.
Verse: 16    
ἄρα οὖν οὐ τοῦ ϑέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεῶντος ϑεοῦ.
Verse: 17    
λέγει γὰρ γραϕὴ τῷ Φαραὼ ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.
Verse: 18    
ἄρα οὖν ὃν ϑέλει ἐλεεῖ, ὃν δὲ ϑέλει σκληρύνει.
Verse: 19    
᾽Ερεῖς μοι οὖν, Τί [οὖν] ἔτι μέμϕεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνϑέστηκεν;
Verse: 20    
ἄνϑρωπε, μενοῦνγε σὺ τίς εἶ ἀνταποκρινόμενος τῷ ϑεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι,Τί με ἐποίησας οὕτως;
Verse: 21    
οὐκ ἔχει ἐξουσίαν κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ ϕυράματος ποιῆσαι μὲν εἰς τιμὴν σκεῦος, δὲ εἰς ἀτιμίαν;
Verse: 22    
εἰ δὲ ϑέλων ϑεὸς ἐνδείξασϑαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροϑυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν,
Verse: 23    
καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, προητοίμασεν εἰς δόξαν,
Verse: 24    
οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ ᾽Ιουδαίων ἀλλὰ καὶ ἐξ ἐϑνῶν;
Verse: 25    
ὡς καὶ ἐν τῷ ῾Ωσηὲ λέγει, Καλέσω τὸν οὐ λαόν μου λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην·
Verse: 26    
καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέϑη αὐτοῖς, Οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληϑήσονται υἱοὶ ϑεοῦ ζῶντος.
Verse: 27    
᾽Ησαίας δὲ κράζει ὑπὲρ τοῦ ᾽Ισραήλ, ᾽Εὰν ἀριϑμὸς τῶν υἱῶν ᾽Ισραὴλ ὡς ἄμμος τῆς ϑαλάσσης, τὸ ὑπόλειμμα σωϑήσεται·
Verse: 28    
λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει κύριος ἐπὶ τῆς γῆς.
Verse: 29    
καὶ καϑὼς προείρηκεν ᾽Ησαίας, Εἰ μὴ κύριος Σαβαὼϑ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήϑημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώϑημεν.
Verse: 30    
Τί οὖν ἐροῦμεν; ὅτι ἔϑνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως·
Verse: 31    
᾽Ισραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἔϕϑασεν.
Verse: 32    
διὰ τί; ὅτι οὐκ ἐκ πίστεως ἀλλ' ὡς ἐξ ἔργων· προσέκοψαν τῷ λίϑῳ τοῦ προσκόμματος,
Verse: 33    
καϑὼς γέγραπται, ᾽Ιδοὺ τίϑημι ἐν Σιὼν λίϑον προσκόμματος καὶ πέτραν σκανδάλου, καὶ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνϑήσεται.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.