TITUS
Novum Testamentum graece
Part No. 203
Previous part

Book: Tit. 
ΠΡΟΣ ΤΙΤΟΝ

Epistola beati Pauli apostoli ad Titum




Chapter: 1 
Verse: 1    Παῦλος δοῦλος ϑεοῦ, ἀπόστολος δὲ ᾽Ιησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν ϑεοῦ καὶ ἐπίγνωσιν ἀληϑείας τῆς κατ' εὐσέβειαν
Verse: 2    
ἐπ' ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ἀψευδὴς ϑεὸς πρὸ χρόνων αἰωνίων,
Verse: 3    
ἐϕανέρωσεν δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ἐπιστεύϑην ἐγὼ κατ' ἐπιταγὴν τοῦ σωτῆρος ἡμῶν ϑεοῦ,
Verse: 4    
Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· χάρις καὶ εἰρήνη ἀπὸ ϑεοῦ πατρὸς καὶ Χριστοῦ ᾽Ιησοῦ τοῦ σωτῆρος ἡμῶν.
Verse: 5    
Τούτου χάριν ἀπέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορϑώσῃ καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην,
Verse: 6    
εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἀνυπότακτα.
Verse: 7    
δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς ϑεοῦ οἰκονόμον, μὴ αὐϑάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ,
Verse: 8    
ἀλλὰ ϕιλόξενον, ϕιλάγαϑον, σώϕρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ,
Verse: 9    
ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.
Verse: 10    
Εἰσὶν γὰρ πολλοὶ [καὶ] ἀνυπότακτοι, ματαιολόγοι καὶ ϕρεναπάται, μάλιστα οἱ ἐκ τῆς περιτομῆς,
Verse: 11    
οὓς δεῖ ἐπιστομίζειν, οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν διδάσκοντες μὴ δεῖ αἰσχροῦ κέρδους χάριν.
Verse: 12    
εἶπέν τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προϕήτης, Κρῆτες ἀεὶ ψεῦσται, κακὰ ϑηρία, γαστέρες ἀργαί.
Verse: 13    
μαρτυρία αὕτη ἐστὶν ἀληϑής. δι' ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει,
Verse: 14    
μὴ προσέχοντες ᾽Ιουδαϊκοῖς μύϑοις καὶ ἐντολαῖς ἀνϑρώπων ἀποστρεϕομένων τὴν ἀλήϑειαν.
Verse: 15    
πάντα καϑαρὰ τοῖς καϑαροῖς· τοῖς δὲ μεμιαμμένοις καὶ ἀπίστοις οὐδὲν καϑαρόν, ἀλλὰ μεμίανται αὐτῶν καὶ νοῦς καὶ συνείδησις.
Verse: 16    
ϑεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειϑεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαϑὸν ἀδόκιμοι.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.