TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 942
Previous part

Chapter: 8 
Verse: 1    Οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἄγγος ἰξευτοῦ.
Verse: 2    
καὶ εἶπεν Τί σὺ βλέπεις, Αμως; καὶ εἶπα ῎Αγγος ἰξευτοῦ. καὶ εἶπεν κύριος πρός με ῞Ηκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ισραηλ, οὐκέτι μὴ προσϑῶ τοῦ παρελϑεῖν αὐτόν·
Verse: 3    
καὶ ὀλολύξει τὰ ϕατνώματα τοῦ ναοῦ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, πολὺς πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιρρίψω σιωπήν.
Verse: 4    
᾽Ακούσατε δὴ ταῦτα, οἱ ἐκτρίβοντες εἰς τὸ πρωὶ πένητα καὶ καταδυναστεύοντες πτωχοὺς ἀπὸ τῆς γῆς,
Verse: 5    
οἱ λέγοντες Πότε διελεύσεται μὴν καὶ ἐμπολήσομεν καὶ τὰ σάββατα καὶ ἀνοίξομεν ϑησαυροὺς τοῦ ποιῆσαι μικρὸν μέτρον καὶ τοῦ μεγαλῦναι στάϑμια καὶ ποιῆσαι ζυγὸν ἄδικον
Verse: 6    
τοῦ κτᾶσϑαι ἐν ἀργυρίῳ πτωχοὺς καὶ ταπεινὸν ἀντὶ ὑποδημάτων καὶ ἀπὸ παντὸς γενήματος ἐμπορευσόμεϑα;
Verse: 7    
ὀμνύει κύριος καϑ' ὑπερηϕανίας Ιακωβ Εἰ ἐπιλησϑήσεται εἰς νεῖκος πάντα τὰ ἔργα ὑμῶν.
Verse: 8    
καὶ ἐπὶ τούτοις οὐ ταραχϑήσεται γῆ, καὶ πενϑήσει πᾶς κατοικῶν ἐν αὐτῇ, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου.
Verse: 9    
καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος ϑεός, καὶ δύσεται ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ ϕῶς·
Verse: 10    
καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένϑος καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς ϑρῆνον καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσϕὺν σάκκον καὶ ἐπὶ πᾶσαν κεϕαλὴν ϕαλάκρωμα καὶ ϑήσομαι αὐτὸν ὡς πένϑος ἀγαπητοῦ καὶ τοὺς μετ' αὐτοῦ ὡς ἡμέραν ὀδύνης.
Verse: 11    
ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου·
Verse: 12    
καὶ σαλευϑήσονται ὕδατα ἕως ϑαλάσσης, καὶ ἀπὸ βορρᾶ ἕως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον κυρίου καὶ οὐ μὴ εὕρωσιν.
Verse: 13    
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλείψουσιν αἱ παρϑένοι αἱ καλαὶ καὶ οἱ νεανίσκοι ἐν δίψει
Verse: 14    
οἱ ὀμνύοντες κατὰ τοῦ ἱλασμοῦ Σαμαρείας καὶ οἱ λέγοντες Ζῇ ϑεός σου, Δαν, καὶ ζῇ ϑεός σου, Βηρσαβεε· καὶ πεσοῦνται καὶ οὐ μὴ ἀναστῶσιν ἔτι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.