TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 943
Previous part

Chapter: 9 
Verse: 1    Εἶδον τὸν κύριον ἐϕεστῶτα ἐπὶ τοῦ ϑυσιαστηρίου, καὶ εἶπεν Πάταξον ἐπὶ τὸ ἱλαστήριον καὶ σεισϑήσεται τὰ πρόπυλα καὶ διάκοψον εἰς κεϕαλὰς πάντων· καὶ τοὺς καταλοίπους αὐτῶν ἐν ῥομϕαίᾳ ἀποκτενῶ, οὐ μὴ διαϕύγῃ ἐξ αὐτῶν ϕεύγων, καὶ οὐ μὴ διασωϑῇ ἐξ αὐτῶν ἀνασῳζόμενος.
Verse: 2    
ἐὰν κατορυγῶσιν εἰς ᾅδου, ἐκεῖϑεν χείρ μου ἀνασπάσει αὐτούς· καὶ ἐὰν ἀναβῶσιν εἰς τὸν οὐρανόν, ἐκεῖϑεν κατάξω αὐτούς·
Verse: 3    
ἐὰν ἐγκρυβῶσιν εἰς τὴν κορυϕὴν τοῦ Καρμήλου, ἐκεῖϑεν ἐξερευνήσω καὶ λήμψομαι αὐτούς· καὶ ἐὰν καταδύσωσιν ἐξ ὀϕϑαλμῶν μου εἰς τὰ βάϑη τῆς ϑαλάσσης, ἐκεῖ ἐντελοῦμαι τῷ δράκοντι καὶ δήξεται αὐτούς·
Verse: 4    
καὶ ἐὰν πορευϑῶσιν ἐν αἰχμαλωσίᾳ πρὸ προσώπου τῶν ἐχϑρῶν αὐτῶν, ἐκεῖ ἐντελοῦμαι τῇ ῥομϕαίᾳ καὶ ἀποκτενεῖ αὐτούς· καὶ στηριῶ τοὺς ὀϕϑαλμούς μου ἐπ' αὐτοὺς εἰς κακὰ καὶ οὐκ εἰς ἀγαϑά.
Verse: 5    
καὶ κύριος κύριος ϑεὸς παντοκράτωρ, ἐϕαπτόμενος τῆς γῆς καὶ σαλεύων αὐτήν, καὶ πενϑήσουσιν πάντες οἱ κατοικοῦντες αὐτήν, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια αὐτῆς καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου·
Verse: 6    
οἰκοδομῶν εἰς τὸν οὐρανὸν ἀνάβασιν αὐτοῦ καὶ τὴν ἐπαγγελίαν αὐτοῦ ἐπὶ τῆς γῆς ϑεμελιῶν, προσκαλούμενος τὸ ὕδωρ τῆς ϑαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς· κύριος ϑεὸς παντοκράτωρ ὄνομα αὐτῷ.
Verse: 7    
οὐχ ὡς υἱοὶ Αἰϑιόπων ὑμεῖς ἐστε ἐμοί, υἱοὶ Ισραηλ; λέγει κύριος. οὐ τὸν Ισραηλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου καὶ τοὺς ἀλλοϕύλους ἐκ Καππαδοκίας καὶ τοὺς Σύρους ἐκ βόϑρου;
Verse: 8    
᾽Ιδοὺ οἱ ὀϕϑαλμοὶ κυρίου τοῦ ϑεοῦ ἐπὶ τὴν βασιλείαν τῶν ἁμαρτωλῶν καὶ ἐξαρῶ αὐτὴν ἀπὸ προσώπου τῆς γῆς· πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρῶ τὸν οἶκον Ιακωβ, λέγει κύριος.
Verse: 9    
διότι ἰδοὺ ἐγὼ ἐντέλλομαι καὶ λικμιῶ ἐν πᾶσι τοῖς ἔϑνεσιν τὸν οἶκον τοῦ Ισραηλ, ὃν τρόπον λικμᾶται ἐν τῷ λικμῷ καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν.
Verse: 10    
ἐν ῥομϕαίᾳ τελευτήσουσι πάντες ἁμαρτωλοὶ λαοῦ μου οἱ λέγοντες Οὐ μὴ ἐγγίσῃ οὐδ' οὐ μὴ γένηται ἐϕ' ἡμᾶς τὰ κακά.
Verse: 11    
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαυιδ τὴν πεπτωκυῖαν καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω καὶ ἀνοικοδομήσω αὐτὴν καϑὼς αἱ ἡμέραι τοῦ αἰῶνος,
Verse: 12    
ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνϑρώπων καὶ πάντα τὰ ἔϑνη, ἐϕ' οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτούς, λέγει κύριος ϑεὸς ποιῶν ταῦτα.
Verse: 13    
ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ καταλήμψεται ἀλοητὸς τὸν τρύγητον, καὶ περκάσει σταϕυλὴ ἐν τῷ σπόρῳ, καὶ ἀποσταλάξει τὰ ὄρη γλυκασμόν, καὶ πάντες οἱ βουνοὶ σύμϕυτοι ἔσονται·
Verse: 14    
καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν λαοῦ μου Ισραηλ, καὶ οἰκοδομήσουσιν πόλεις τὰς ἠϕανισμένας καὶ κατοικήσουσιν καὶ καταϕυτεύσουσιν ἀμπελῶνας καὶ πίονται τὸν οἶνον αὐτῶν καὶ ϕυτεύσουσιν κήπους καὶ ϕάγονται τὸν καρπὸν αὐτῶν·
Verse: 15    
καὶ καταϕυτεύσω αὐτοὺς ἐπὶ τῆς γῆς αὐτῶν, καὶ οὐ μὴ ἐκσπασϑῶσιν οὐκέτι ἀπὸ τῆς γῆς αὐτῶν, ἧς ἔδωκα αὐτοῖς, λέγει κύριος ϑεὸς παντοκράτωρ. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.