TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 782
Previous part

Book: Cant. 
ΑΣΜΑ




Chapter: 1 
Verse: 1 
῏Αισμα ᾀσμάτων, ἐστιν τῷ Σαλωμων.
Verse: 2 
Φιλησάτω με ἀπὸ ϕιλημάτων στόματος αὐτοῦ,
ὅτι ἀγαϑοὶ μαστοί σου ὑπὲρ οἶνον,
Verse: 3 
καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα,
μύρον ἐκκενωϑὲν ὄνομά σου.
διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε,
Verse: 4 
εἵλκυσάν σε,
ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν.
Εἰσήνεγκέν με βασιλεὺς εἰς τὸ ταμίειον αὐτοῦ.
᾽Αγαλλιασώμεϑα καὶ εὐϕρανϑῶμεν ἐν σοί,
ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον·
εὐϑύτης ἠγάπησέν σε.
Verse: 5 
Μέλαινά εἰμι καὶ καλή, ϑυγατέρες Ιερουσαλημ,
ὡς σκηνώματα Κηδαρ, ὡς δέρρεις Σαλωμων.
Verse: 6 
μὴ βλέψητέ με, ὅτι ἐγώ εἰμι μεμελανωμένη,
ὅτι παρέβλεψέν με ἥλιος·
υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί,
ἔϑεντό με ϕυλάκισσαν ἐν ἀμπελῶσιν·
ἀμπελῶνα ἐμὸν οὐκ ἐϕύλαξα.
Verse: 7 
᾽Απάγγειλόν μοι, ὃν ἠγάπησεν ψυχή μου,
ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ,
μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπ' ἀγέλαις ἑταίρων σου.
Verse: 8 
᾽Εὰν μὴ γνῷς σεαυτήν, καλὴ ἐν γυναιξίν,
ἔξελϑε σὺ ἐν πτέρναις τῶν ποιμνίων
καὶ ποίμαινε τὰς ἐρίϕους σου
ἐπὶ σκηνώμασιν τῶν ποιμένων.
Verse: 9 
Τῇ ἵππῳ μου ἐν ἅρμασιν Φαραω
ὡμοίωσά σε, πλησίον μου.
Verse: 10 
τί ὡραιώϑησαν σιαγόνες σου ὡς τρυγόνες,
τράχηλός σου ὡς ὁρμίσκοι;
Verse: 11 
ὁμοιώματα χρυσίου ποιήσομέν σοι
μετὰ στιγμάτων τοῦ ἀργυρίου.
Verse: 12 
῞Εως οὗ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ,
νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ.
Verse: 13 
ἀπόδεσμος τῆς στακτῆς ἀδελϕιδός μου ἐμοί,
ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισϑήσεται·
Verse: 14 
βότρυς τῆς κύπρου ἀδελϕιδός μου ἐμοὶ
ἐν ἀμπελῶσιν Εγγαδδι.
Verse: 15 
᾽Ιδοὺ εἶ καλή, πλησίον μου,
ἰδοὺ εἶ καλή, ὀϕϑαλμοί σου περιστεραί.
Verse: 16 
᾽Ιδοὺ εἶ καλός, ἀδελϕιδός μου, καί γε ὡραῖος·
πρὸς κλίνη ἡμῶν σύσκιος,
Verse: 17 
δοκοὶ οἴκων ἡμῶν κέδροι,
ϕατνώματα ἡμῶν κυπάρισσοι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.