TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 783
Previous part

Chapter: 2 
Verse: 1  ᾽Εγὼ ἄνϑος τοῦ πεδίου,
κρίνον τῶν κοιλάδων.
Verse: 2 
῾Ως κρίνον ἐν μέσῳ ἀκανϑῶν,
οὕτως πλησίον μου ἀνὰ μέσον τῶν ϑυγατέρων.
Verse: 3 
῾Ως μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ,
οὕτως ἀδελϕιδός μου ἀνὰ μέσον τῶν υἱῶν·
ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεϑύμησα καὶ ἐκάϑισα,
καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου.
Verse: 4 
Εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου,
τάξατε ἐπ' ἐμὲ ἀγάπην.
Verse: 5 
στηρίσατέ με ἐν ἀμόραις,
στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ.
Verse: 6 
εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεϕαλήν μου,
καὶ δεξιὰ αὐτοῦ περιλήμψεταί με.
Verse: 7 
ὥρκισα ὑμᾶς, ϑυγατέρες Ιερουσαλημ,
ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ,
ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ ϑελήσῃ.
Verse: 8 
Φωνὴ ἀδελϕιδοῦ μου·
ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη
διαλλόμενος ἐπὶ τοὺς βουνούς.
Verse: 9 
ὅμοιός ἐστιν ἀδελϕιδός μου τῇ δορκάδι
νεβρῷ ἐλάϕων ἐπὶ τὰ ὄρη Βαιϑηλ.
ἰδοὺ οὗτος ἕστηκεν ὀπίσω τοῦ τοίχου ἡμῶν
παρακύπτων διὰ τῶν ϑυρίδων
ἐκκύπτων διὰ τῶν δικτύων.
Verse: 10 
ἀποκρίνεται ἀδελϕιδός μου καὶ λέγει μοι
᾽Ανάστα ἐλϑέ, πλησίον μου, καλή μου, περιστερά μου,
Verse: 11 
ὅτι ἰδοὺ χειμὼν παρῆλϑεν,
ὑετὸς ἀπῆλϑεν, ἐπορεύϑη ἑαυτῷ,
Verse: 12 
τὰ ἄνϑη ὤϕϑη ἐν τῇ γῇ,
καιρὸς τῆς τομῆς ἔϕϑακεν,
ϕωνὴ τοῦ τρυγόνος ἠκούσϑη ἐν τῇ γῇ ἡμῶν,
Verse: 13 
συκῆ ἐξήνεγκεν ὀλύνϑους αὐτῆς,
αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν.
ἀνάστα ἐλϑέ, πλησίον μου, καλή μου, περιστερά μου,
Verse: 14 
καὶ ἐλϑὲ σύ, περιστερά μου ἐν σκέπῃ τῆς πέτρας
ἐχόμενα τοῦ προτειχίσματος,
δεῖξόν μοι τὴν ὄψιν σου
καὶ ἀκούτισόν με τὴν ϕωνήν σου,
ὅτι ϕωνή σου ἡδεῖα, καὶ ὄψις σου ὡραία.
Verse: 15 
Πιάσατε ἡμῖν ἀλώπεκας
μικροὺς ἀϕανίζοντας ἀμπελῶνας,
καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν.
Verse: 16 
᾽Αδελϕιδός μου ἐμοί, κἀγὼ αὐτῷ,
ποιμαίνων ἐν τοῖς κρίνοις,
Verse: 17 
ἕως οὗ διαπνεύσῃ ἡμέρα καὶ κινηϑῶσιν αἱ σκιαί.
ἀπόστρεψον ὁμοιώϑητι σύ, ἀδελϕιδέ μου,
τῷ δόρκωνι νεβρῷ ἐλάϕων
ἐπὶ ὄρη κοιλωμάτων.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.