TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 784
Previous part

Chapter: 3 
Verse: 1  ᾽Επὶ κοίτην μου ἐν νυξὶν
ἐζήτησα ὃν ἠγάπησεν ψυχή μου,
ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν,
ἐκάλεσα αὐτόν, καὶ οὐχ ὑπήκουσέν μου.
Verse: 2 
ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει
ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις
καὶ ζητήσω ὃν ἠγάπησεν ψυχή μου·
ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν.
Verse: 3 
εὕροσάν με οἱ τηροῦντες οἱ κυκλοῦντες ἐν τῇ πόλει
Μὴ ὃν ἠγάπησεν ψυχή μου εἴδετε;
Verse: 4 
ὡς μικρὸν ὅτε παρῆλϑον ἀπ' αὐτῶν,
ἕως οὗ εὗρον ὃν ἠγάπησεν ψυχή μου·
ἐκράτησα αὐτὸν καὶ οὐκ ἀϕήσω αὐτόν,
ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου
καὶ εἰς ταμίειον τῆς συλλαβούσης με.
Verse: 5 
ὥρκισα ὑμᾶς, ϑυγατέρες Ιερουσαλημ,
ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ,
ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως ἂν ϑελήσῃ.
Verse: 6 
Τίς αὕτη ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου
ὡς στελέχη καπνοῦ τεϑυμιαμένη
σμύρναν καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ;
Verse: 7 
ἰδοὺ κλίνη τοῦ Σαλωμων,
ἑξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς
ἀπὸ δυνατῶν Ισραηλ,
Verse: 8 
πάντες κατέχοντες ῥομϕαίαν
δεδιδαγμένοι πόλεμον,
ἀνὴρ ῥομϕαία αὐτοῦ ἐπὶ μηρὸν αὐτοῦ
ἀπὸ ϑάμβους ἐν νυξίν.
Verse: 9 
ϕορεῖον ἐποίησεν ἑαυτῷ βασιλεὺς Σαλωμων
ἀπὸ ξύλων τοῦ Λιβάνου,
Verse: 10 
στύλους αὐτοῦ ἐποίησεν ἀργύριον
καὶ ἀνάκλιτον αὐτοῦ χρύσεον,
ἐπίβασις αὐτοῦ πορϕυρᾶ,
ἐντὸς αὐτοῦ λιϑόστρωτον,
ἀγάπην ἀπὸ ϑυγατέρων Ιερουσαλημ.
Verse: 11 
ἐξέλϑατε καὶ ἴδετε
ἐν τῷ βασιλεῖ Σαλωμων
ἐν τῷ στεϕάνῳ, ἐστεϕάνωσεν αὐτὸν μήτηρ αὐτοῦ
ἐν ἡμέρᾳ νυμϕεύσεως αὐτοῦ
καὶ ἐν ἡμέρᾳ εὐϕροσύνης καρδίας αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.