TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 784
Chapter: 3
Verse: 1
᾽Επὶ
κοίτην
μου
ἐν
νυξὶν
ἐζήτησα
ὃν
ἠγάπησεν
ἡ
ψυχή
μου
,
ἐζήτησα
αὐτὸν
καὶ
οὐχ
εὗρον
αὐτόν
,
ἐκάλεσα
αὐτόν
,
καὶ
οὐχ
ὑπήκουσέν
μου
.
Verse: 2
ἀναστήσομαι
δὴ
καὶ
κυκλώσω
ἐν
τῇ
πόλει
ἐν
ταῖς
ἀγοραῖς
καὶ
ἐν
ταῖς
πλατείαις
καὶ
ζητήσω
ὃν
ἠγάπησεν
ἡ
ψυχή
μου
·
ἐζήτησα
αὐτὸν
καὶ
οὐχ
εὗρον
αὐτόν
.
Verse: 3
εὕροσάν
με
οἱ
τηροῦντες
οἱ
κυκλοῦντες
ἐν
τῇ
πόλει
Μὴ
ὃν
ἠγάπησεν
ἡ
ψυχή
μου
εἴδετε
;
Verse: 4
ὡς
μικρὸν
ὅτε
παρῆλϑον
ἀπ
'
αὐτῶν
,
ἕως
οὗ
εὗρον
ὃν
ἠγάπησεν
ἡ
ψυχή
μου
·
ἐκράτησα
αὐτὸν
καὶ
οὐκ
ἀϕήσω
αὐτόν
,
ἕως
οὗ
εἰσήγαγον
αὐτὸν
εἰς
οἶκον
μητρός
μου
καὶ
εἰς
ταμίειον
τῆς
συλλαβούσης
με
.
Verse: 5
ὥρκισα
ὑμᾶς
,
ϑυγατέρες
Ιερουσαλημ
,
ἐν
ταῖς
δυνάμεσιν
καὶ
ἐν
ταῖς
ἰσχύσεσιν
τοῦ
ἀγροῦ
,
ἐὰν
ἐγείρητε
καὶ
ἐξεγείρητε
τὴν
ἀγάπην
,
ἕως
ἂν
ϑελήσῃ
.
Verse: 6
Τίς
αὕτη
ἡ
ἀναβαίνουσα
ἀπὸ
τῆς
ἐρήμου
ὡς
στελέχη
καπνοῦ
τεϑυμιαμένη
σμύρναν
καὶ
λίβανον
ἀπὸ
πάντων
κονιορτῶν
μυρεψοῦ
;
Verse: 7
ἰδοὺ
ἡ
κλίνη
τοῦ
Σαλωμων
,
ἑξήκοντα
δυνατοὶ
κύκλῳ
αὐτῆς
ἀπὸ
δυνατῶν
Ισραηλ
,
Verse: 8
πάντες
κατέχοντες
ῥομϕαίαν
δεδιδαγμένοι
πόλεμον
,
ἀνὴρ
ῥομϕαία
αὐτοῦ
ἐπὶ
μηρὸν
αὐτοῦ
ἀπὸ
ϑάμβους
ἐν
νυξίν
.
Verse: 9
ϕορεῖον
ἐποίησεν
ἑαυτῷ
ὁ
βασιλεὺς
Σαλωμων
ἀπὸ
ξύλων
τοῦ
Λιβάνου
,
Verse: 10
στύλους
αὐτοῦ
ἐποίησεν
ἀργύριον
καὶ
ἀνάκλιτον
αὐτοῦ
χρύσεον
,
ἐπίβασις
αὐτοῦ
πορϕυρᾶ
,
ἐντὸς
αὐτοῦ
λιϑόστρωτον
,
ἀγάπην
ἀπὸ
ϑυγατέρων
Ιερουσαλημ
.
Verse: 11
ἐξέλϑατε
καὶ
ἴδετε
ἐν
τῷ
βασιλεῖ
Σαλωμων
ἐν
τῷ
στεϕάνῳ
,
ᾧ
ἐστεϕάνωσεν
αὐτὸν
ἡ
μήτηρ
αὐτοῦ
ἐν
ἡμέρᾳ
νυμϕεύσεως
αὐτοῦ
καὶ
ἐν
ἡμέρᾳ
εὐϕροσύνης
καρδίας
αὐτοῦ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.