TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 785
Previous part

Chapter: 4 
Verse: 1  ᾽Ιδοὺ εἶ καλή, πλησίον μου, ἰδοὺ εἶ καλή.
ὀϕϑαλμοί σου περιστεραὶ
ἐκτὸς τῆς σιωπήσεώς σου.
τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν,
αἳ ἀπεκαλύϕϑησαν ἀπὸ τοῦ Γαλααδ.
Verse: 2 
ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων,
αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ,
αἱ πᾶσαι διδυμεύουσαι,
καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς.
Verse: 3 
ὡς σπαρτίον τὸ κόκκινον χείλη σου,
καὶ λαλιά σου ὡραία.
ὡς λέπυρον τῆς ῥόας μῆλόν σου
ἐκτὸς τῆς σιωπήσεώς σου.
Verse: 4 
ὡς πύργος Δαυιδ τράχηλός σου
ᾠκοδομημένος εἰς ϑαλπιωϑ·
χίλιοι ϑυρεοὶ κρέμανται ἐπ' αὐτόν,
πᾶσαι βολίδες τῶν δυνατῶν.
Verse: 5 
δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος
οἱ νεμόμενοι ἐν κρίνοις.
Verse: 6 
ἕως οὗ διαπνεύσῃ ἡμέρα καὶ κινηϑῶσιν αἱ σκιαί,
πορεύσομαι ἐμαυτῷ πρὸς τὸ ὄρος τῆς σμύρνης
καὶ πρὸς τὸν βουνὸν τοῦ Λιβάνου.
Verse: 7 
ὅλη καλὴ εἶ, πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί.
Verse: 8 
Δεῦρο ἀπὸ Λιβάνου, νύμϕη, δεῦρο ἀπὸ Λιβάνου·
ἐλεύσῃ καὶ διελεύσῃ ἀπὸ ἀρχῆς πίστεως,
ἀπὸ κεϕαλῆς Σανιρ καὶ Ερμων,
ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδάλεων.
Verse: 9 
᾽Εκαρδίωσας ἡμᾶς, ἀδελϕή μου νύμϕη,
ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀϕϑαλμῶν σου,
ἐν μιᾷ ἐνϑέματι τραχήλων σου.
Verse: 10 
τί ἐκαλλιώϑησαν μαστοί σου, ἀδελϕή μου νύμϕη,
τί ἐκαλλιώϑησαν μαστοί σου ἀπὸ οἴνου;
καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώματα.
Verse: 11 
κηρίον ἀποστάζουσιν χείλη σου, νύμϕη,
μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου,
καὶ ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ Λιβάνου.
Verse: 12 
Κῆπος κεκλεισμένος ἀδελϕή μου νύμϕη,
κῆπος κεκλεισμένος, πηγὴ ἐσϕραγισμένη·
Verse: 13 
ἀποστολαί σου παράδεισος ῥοῶν μετὰ καρποῦ ἀκροδρύων,
κύπροι μετὰ νάρδων,
Verse: 14 
νάρδος καὶ κρόκος,
κάλαμος καὶ κιννάμωμον
μετὰ πάντων ξύλων τοῦ Λιβάνου,
σμύρνα αλωϑ μετὰ πάντων πρώτων μύρων,
Verse: 15 
πηγὴ κήπων, ϕρέαρ ὕδατος ζῶντος
καὶ ῥοιζοῦντος ἀπὸ τοῦ Λιβάνου.
Verse: 16 
᾽Εξεγέρϑητι, βορρᾶ, καὶ ἔρχου, νότε,
διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου·
καταβήτω ἀδελϕιδός μου εἰς κῆπον αὐτοῦ
καὶ ϕαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.