TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 786
Previous part

Chapter: 5 
Verse: 1  Εἰσῆλϑον εἰς κῆπόν μου, ἀδελϕή μου νύμϕη,
ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου,
ἔϕαγον ἄρτον μου μετὰ μέλιτός μου,
ἔπιον οἶνόν μου μετὰ γάλακτός μου·
ϕάγετε, πλησίοι, καὶ πίετε καὶ μεϑύσϑητε, ἀδελϕοί,
Verse: 2 
᾽Εγὼ καϑεύδω, καὶ καρδία μου ἀγρυπνεῖ.
ϕωνὴ ἀδελϕιδοῦ μου, κρούει ἐπὶ τὴν ϑύραν
῎Ανοιξόν μοι, ἀδελϕή μου, πλησίον μου,
περιστερά μου, τελεία μου,
ὅτι κεϕαλή μου ἐπλήσϑη δρόσου
καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός.
Verse: 3 
᾽Εξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσωμαι αὐτόν;
ἐνιψάμην τοὺς πόδας μου, πῶς μολυνῶ αὐτούς;
Verse: 4 
ἀδελϕιδός μου ἀπέστειλεν χεῖρα αὐτοῦ ἀπὸ τῆς ὀπῆς,
καὶ κοιλία μου ἐϑροήϑη ἐπ' αὐτόν.
Verse: 5 
ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελϕιδῷ μου,
χεῖρές μου ἔσταξαν σμύρναν,
δάκτυλοί μου σμύρναν πλήρη
ἐπὶ χεῖρας τοῦ κλείϑρου.
Verse: 6 
ἤνοιξα ἐγὼ τῷ ἀδελϕιδῷ μου,
ἀδελϕιδός μου παρῆλϑεν·
ψυχή μου ἐξῆλϑεν ἐν λόγῳ αὐτοῦ,
ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν,
ἐκάλεσα αὐτόν, καὶ οὐχ ὑπήκουσέν μου.
Verse: 7 
εὕροσάν με οἱ ϕύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει,
ἐπάταξάν με, ἐτραυμάτισάν με,
ἦραν τὸ ϑέριστρόν μου ἀπ' ἐμοῦ ϕύλακες τῶν τειχέων.
Verse: 8 
ὥρκισα ὑμᾶς, ϑυγατέρες Ιερουσαλημ,
ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ,
ἐὰν εὕρητε τὸν ἀδελϕιδόν μου, τί ἀπαγγείλητε αὐτῷ;
ὅτι τετρωμένη ἀγάπης εἰμὶ ἐγώ.
Verse: 9 
Τί ἀδελϕιδός σου ἀπὸ ἀδελϕιδοῦ, καλὴ ἐν γυναιξίν,
τί ἀδελϕιδός σου ἀπὸ ἀδελϕιδοῦ, ὅτι οὕτως ὥρκισας ἡμᾶς;
Verse: 10 
᾽Αδελϕιδός μου λευκὸς καὶ πυρρός,
ἐκλελοχισμένος ἀπὸ μυριάδων·
Verse: 11 
κεϕαλὴ αὐτοῦ χρυσίον καὶ ϕαζ,
βόστρυχοι αὐτοῦ ἐλάται, μέλανες ὡς κόραξ,
Verse: 12 
ὀϕϑαλμοὶ αὐτοῦ ὡς περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων
λελουσμέναι ἐν γάλακτι
καϑήμεναι ἐπὶ πληρώματα ὑδάτων,
Verse: 13 
σιαγόνες αὐτοῦ ὡς ϕιάλαι τοῦ ἀρώματος ϕύουσαι μυρεψικά,
χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη,
Verse: 14 
χεῖρες αὐτοῦ τορευταὶ χρυσαῖ πεπληρωμέναι ϑαρσις,
κοιλία αὐτοῦ πυξίον ἐλεϕάντινον ἐπὶ λίϑου σαπϕείρου,
Verse: 15 
κνῆμαι αὐτοῦ στῦλοι μαρμάρινοι
τεϑεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς,
εἶδος αὐτοῦ ὡς Λίβανος, ἐκλεκτὸς ὡς κέδροι,
Verse: 16 
ϕάρυγξ αὐτοῦ γλυκασμοὶ καὶ ὅλος ἐπιϑυμία·
οὗτος ἀδελϕιδός μου,
καὶ οὗτος πλησίον μου, ϑυγατέρες Ιερουσαλημ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.