TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 787
Previous part

Chapter: 6 
Verse: 1  Ποῦ ἀπῆλϑεν ἀδελϕιδός σου, καλὴ ἐν γυναιξίν;
ποῦ ἀπέβλεψεν ἀδελϕιδός σου;
καὶ ζητήσομεν αὐτὸν μετὰ σοῦ.
Verse: 2 
᾽Αδελϕιδός μου κατέβη εἰς κῆπον αὐτοῦ
εἰς ϕιάλας τοῦ ἀρώματος
ποιμαίνειν ἐν κήποις καὶ συλλέγειν κρίνα·
Verse: 3 
ἐγὼ τῷ ἀδελϕιδῷ μου, καὶ ἀδελϕιδός μου ἐμοὶ
ποιμαίνων ἐν τοῖς κρίνοις.
Verse: 4 
Καλὴ εἶ, πλησίον μου, ὡς εὐδοκία,
ὡραία ὡς Ιερουσαλημ,
ϑάμβος ὡς τεταγμέναι.
Verse: 5 
ἀπόστρεψον ὀϕϑαλμούς σου ἀπεναντίον μου,
ὅτι αὐτοὶ ἀνεπτέρωσάν με.
τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν,
αἳ ἀνεϕάνησαν ἀπὸ τοῦ Γαλααδ.
Verse: 6 
ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων,
αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ,
αἱ πᾶσαι διδυμεύουσαι,
καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς.
Verse: 7 
ὡς σπαρτίον τὸ κόκκινον χείλη σου,
καὶ λαλιά σου ὡραία.
ὡς λέπυρον τῆς ῥόας μῆλόν σου
ἐκτὸς τῆς σιωπήσεώς σου.
Verse: 8 
῾Εξήκοντά εἰσιν βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαί,
καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριϑμός.
Verse: 9 
μία ἐστὶν περιστερά μου, τελεία μου,
μία ἐστὶν τῇ μητρὶ αὐτῆς,
ἐκλεκτή ἐστιν τῇ τεκούσῃ αὐτῆς.
εἴδοσαν αὐτὴν ϑυγατέρες καὶ μακαριοῦσιν αὐτήν,
βασίλισσαι καὶ παλλακαὶ καὶ αἰνέσουσιν αὐτήν.
Verse: 10 
Τίς αὕτη ἐκκύπτουσα ὡσεὶ ὄρϑρος,
καλὴ ὡς σελήνη, ἐκλεκτὴ ὡς ἥλιος,
ϑάμβος ὡς τεταγμέναι;
Verse: 11 
Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γενήμασιν τοῦ χειμάρρου,
ἰδεῖν εἰ ἤνϑησεν ἄμπελος,
ἐξήνϑησαν αἱ ῥόαι·
ἐκεῖ δώσω τοὺς μαστούς μου σοί.
Verse: 12 
οὐκ ἔγνω ψυχή μου· ἔϑετό με ἅρματα Αμιναδαβ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.