TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 788
Previous part

Chapter: 7 
Verse: 1  ᾽Επίστρεϕε ἐπίστρεϕε, Σουλαμῖτις,
ἐπίστρεϕε ἐπίστρεϕε, καὶ ὀψόμεϑα ἐν σοί.
Τί ὄψεσϑε ἐν τῇ Σουλαμίτιδι;
ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν.
Verse: 2 
Τί ὡραιώϑησαν διαβήματά σου ἐν ὑποδήμασιν,
ϑύγατερ Ναδαβ;
ῥυϑμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις
ἔργῳ χειρῶν τεχνίτου·
Verse: 3 
ὀμϕαλός σου κρατὴρ τορευτὸς
μὴ ὑστερούμενος κρᾶμα·
κοιλία σου ϑιμωνιὰ σίτου πεϕραγμένη ἐν κρίνοις·
Verse: 4 
δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος·
Verse: 5 
τράχηλός σου ὡς πύργος ἐλεϕάντινος·
ὀϕϑαλμοί σου ὡς λίμναι ἐν Εσεβων
ἐν πύλαις ϑυγατρὸς πολλῶν·
μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου
σκοπεύων πρόσωπον Δαμασκοῦ·
Verse: 6 
κεϕαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος,
καὶ πλόκιον κεϕαλῆς σου ὡς πορϕύρα,
βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς.
Verse: 7 
Τί ὡραιώϑης καὶ τί ἡδύνϑης,
ἀγάπη, ἐν τρυϕαῖς σου;
Verse: 8 
τοῦτο μέγεϑός σου ὡμοιώϑη τῷ ϕοίνικι
καὶ οἱ μαστοί σου τοῖς βότρυσιν.
Verse: 9 
εἶπα ᾽Αναβήσομαι ἐν τῷ ϕοίνικι,
κρατήσω τῶν ὕψεων αὐτοῦ,
καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου
καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα
Verse: 10 
καὶ λάρυγξ σου ὡς οἶνος ἀγαϑὸς
πορευόμενος τῷ ἀδελϕιδῷ μου εἰς εὐϑύϑητα
ἱκανούμενος χείλεσίν μου καὶ ὀδοῦσιν.
Verse: 11 
᾽Εγὼ τῷ ἀδελϕιδῷ μου,
καὶ ἐπ' ἐμὲ ἐπιστροϕὴ αὐτοῦ.
Verse: 12 
ἐλϑέ, ἀδελϕιδέ μου, ἐξέλϑωμεν εἰς ἀγρόν,
αὐλισϑῶμεν ἐν κώμαις·
Verse: 13 
ὀρϑρίσωμεν εἰς ἀμπελῶνας,
ἴδωμεν εἰ ἤνϑησεν ἄμπελος,
ἤνϑησεν κυπρισμός, ἤνϑησαν αἱ ῥόαι·
ἐκεῖ δώσω τοὺς μαστούς μου σοί.
Verse: 14 
οἱ μανδραγόραι ἔδωκαν ὀσμήν,
καὶ ἐπὶ ϑύραις ἡμῶν πάντα ἀκρόδρυα,
νέα πρὸς παλαιά, ἀδελϕιδέ μου, ἐτήρησά σοι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.