TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 789
Previous part

Chapter: 8 
Verse: 1  Τίς δῴη σε ἀδελϕιδόν μου ϑηλάζοντα μαστοὺς μητρός μου;
εὑροῦσά σε ἔξω ϕιλήσω σε, καί γε οὐκ ἐξουδενώσουσίν μοι.
Verse: 2 
παραλήμψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός μου
καὶ εἰς ταμίειον τῆς συλλαβούσης με·
ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ,
ἀπὸ νάματος ῥοῶν μου.
Verse: 3 
Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεϕαλήν μου,
καὶ δεξιὰ αὐτοῦ περιλήμψεταί με.
Verse: 4 
ὥρκισα ὑμᾶς, ϑυγατέρες Ιερουσαλημ,
ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ,
τί ἐγείρητε καὶ τί ἐξεγείρητε τὴν ἀγάπην, ἕως ἂν ϑελήσῃ.
Verse: 5 
Τίς αὕτη ἀναβαίνουσα λελευκανϑισμένη
ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελϕιδὸν αὐτῆς;
῾Υπὸ μῆλον ἐξήγειρά σε·
ἐκεῖ ὠδίνησέν σε μήτηρ σου,
ἐκεῖ ὠδίνησέν σε τεκοῦσά σου.
Verse: 6 
Θές με ὡς σϕραγῖδα ἐπὶ τὴν καρδίαν σου,
ὡς σϕραγῖδα ἐπὶ τὸν βραχίονά σου·
ὅτι κραταιὰ ὡς ϑάνατος ἀγάπη,
σκληρὸς ὡς ᾅδης ζῆλος·
περίπτερα αὐτῆς περίπτερα πυρός, ϕλόγες αὐτῆς·
Verse: 7 
ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην,
καὶ ποταμοὶ οὐ συγκλύσουσιν αὐτήν·
ἐὰν δῷ ἀνὴρ τὸν πάντα βίον αὐτοῦ ἐν τῇ ἀγάπῃ,
ἐξουδενώσει ἐξουδενώσουσιν αὐτόν.
Verse: 8 
᾽Αδελϕὴ ἡμῖν μικρὰ καὶ μαστοὺς οὐκ ἔχει·
τί ποιήσωμεν τῇ ἀδελϕῇ ἡμῶν
ἐν ἡμέρᾳ, ἐὰν λαληϑῇ ἐν αὐτῇ;
Verse: 9 
εἰ τεῖχός ἐστιν, οἰκοδομήσωμεν ἐπ' αὐτὴν ἐπάλξεις ἀργυρᾶς·
καὶ εἰ ϑύρα ἐστίν, διαγράψωμεν ἐπ' αὐτὴν σανίδα κεδρίνην.
Verse: 10 
᾽Εγὼ τεῖχος, καὶ μαστοί μου ὡς πύργοι·
ἐγὼ ἤμην ἐν ὀϕϑαλμοῖς αὐτοῦ ὡς εὑρίσκουσα εἰρήνην.
Verse: 11 
᾽Αμπελὼν ἐγενήϑη τῷ Σαλωμων ἐν Βεελαμων·
ἔδωκεν τὸν ἀμπελῶνα αὐτοῦ τοῖς τηροῦσιν,
ἀνὴρ οἴσει ἐν καρπῷ αὐτοῦ χιλίους ἀργυρίου.
Verse: 12 
ἀμπελών μου ἐμὸς ἐνώπιόν μου·
οἱ χίλιοι σοί, Σαλωμων, καὶ οἱ διακόσιοι
τοῖς τηροῦσι τὸν καρπὸν αὐτοῦ.
Verse: 13 
῾Ο καϑήμενος ἐν κήποις,
ἑταῖροι προσέχοντες τῇ ϕωνῇ σου· ἀκούτισόν με.
Verse: 14 
Φύγε, ἀδελϕιδέ μου, καὶ ὁμοιώϑητι τῇ δορκάδι
τῷ νεβρῷ τῶν ἐλάϕων ἐπὶ ὄρη ἀρωμάτων. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.