TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 397
Previous part

Chapter: 6 
Verse: 1    τότε εἶπεν Σαλωμων Κύριος εἶπεν τοῦ κατασκηνῶσαι ἐν γνόϕῳ·
Verse: 2    
καὶ ἐγὼ ᾠκοδόμηκα οἶκον τῷ ὀνόματί σου ἅγιόν σοι καὶ ἕτοιμον τοῦ κατασκηνῶσαι εἰς τοὺς αἰῶνας.
Verse: 3    
Καὶ ἐπέστρεψεν βασιλεὺς τὸ πρόσωπον αὐτοῦ καὶ εὐλόγησεν τὴν πᾶσαν ἐκκλησίαν Ισραηλ, καὶ πᾶσα ἐκκλησία Ισραηλ παρειστήκει.
Verse: 4    
καὶ εἶπεν Εὐλογητὸς κύριος ϑεὸς Ισραηλ, ὃς ἐλάλησεν ἐν στόματι αὐτοῦ πρὸς Δαυιδ τὸν πατέρα μου καὶ ἐν χερσὶν αὐτοῦ ἐπλήρωσεν λέγων
Verse: 5    
᾽Απὸ τῆς ἡμέρας, ἧς ἀνήγαγον τὸν λαόν μου ἐκ γῆς Αἰγύπτου, οὐκ ἐξελεξάμην ἐν πόλει ἀπὸ πασῶν ϕυλῶν Ισραηλ τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι ὄνομά μου ἐκεῖ καὶ οὐκ ἐξελεξάμην ἐν ἀνδρὶ τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ισραηλ·
Verse: 6    
καὶ ἐξελεξάμην ἐν Ιερουσαλημ γενέσϑαι τὸ ὄνομά μου ἐκεῖ καὶ ἐξελεξάμην ἐν Δαυιδ ὥστε εἶναι ἐπάνω τοῦ λαοῦ μου Ισραηλ.
Verse: 7    
καὶ ἐγένετο ἐπὶ καρδίαν Δαυιδ τοῦ πατρός μου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου ϑεοῦ Ισραηλ,
Verse: 8    
καὶ εἶπεν κύριος πρὸς Δαυιδ πατέρα μου Διότι ἐγένετο ἐπὶ καρδίαν σου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματί μου, καλῶς ἐποίησας ὅτι ἐγένετο ἐπὶ καρδίαν σου·
Verse: 9    
πλὴν σὺ οὐκ οἰκοδομήσεις τὸν οἶκον, ὅτι υἱός σου, ὃς ἐξελεύσεται ἐκ τῆς ὀσϕύος σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου.
Verse: 10    
καὶ ἀνέστησεν κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησεν, καὶ ἐγενήϑην ἀντὶ Δαυιδ πατρός μου καὶ ἐκάϑισα ἐπὶ τὸν ϑρόνον Ισραηλ, καϑὼς ἐλάλησεν κύριος, καὶ ᾠκοδόμησα τὸν οἶκον τῷ ὀνόματι κυρίου ϑεοῦ Ισραηλ
Verse: 11    
καὶ ἔϑηκα ἐκεῖ τὴν κιβωτόν, ἐν ἐκεῖ διαϑήκη κυρίου, ἣν διέϑετο τῷ Ισραηλ.
Verse: 12    
Καὶ ἔστη κατέναντι τοῦ ϑυσιαστηρίου κυρίου ἔναντι πάσης ἐκκλησίας Ισραηλ καὶ διεπέτασεν τὰς χεῖρας αὐτοῦ,
Verse: 13    
ὅτι ἐποίησεν Σαλωμων βάσιν χαλκῆν καὶ ἔϑηκεν αὐτὴν ἐν μέσῳ τῆς αὐλῆς τοῦ ἱεροῦ, πέντε πηχῶν τὸ μῆκος αὐτῆς καὶ πέντε πήχεων τὸ εὖρος αὐτῆς καὶ τριῶν πήχεων τὸ ὕψος αὐτῆς, καὶ ἔστη ἐπ' αὐτῆς καὶ ἔπεσεν ἐπὶ τὰ γόνατα ἔναντι πάσης ἐκκλησίας Ισραηλ καὶ διεπέτασεν τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν
Verse: 14    
καὶ εἶπεν Κύριε ϑεὸς Ισραηλ, οὐκ ἔστιν ὅμοιός σοι ϑεὸς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ϕυλάσσων τὴν διαϑήκην καὶ τὸ ἔλεος τοῖς παισίν σου τοῖς πορευομένοις ἐναντίον σου ἐν ὅλῃ καρδίᾳ.
Verse: 15    
ἐϕύλαξας τῷ παιδί σου Δαυιδ τῷ πατρί μου, ἐλάλησας αὐτῷ λέγων, καὶ ἐλάλησας ἐν στόματί σου καὶ ἐν χερσίν σου ἐπλήρωσας ὡς ἡμέρα αὕτη.
Verse: 16    
καὶ νῦν, κύριε ϑεὸς Ισραηλ, ϕύλαξον τῷ παιδί σου τῷ Δαυιδ τῷ πατρί μου ἐλάλησας αὐτῷ λέγων Οὐκ ἐκλείψει σοι ἀνὴρ ἀπὸ προσώπου μου καϑήμενος ἐπὶ ϑρόνου Ισραηλ, πλὴν ἐὰν ϕυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν τοῦ πορεύεσϑαι ἐν τῷ νόμῳ μου, ὡς ἐπορεύϑης ἐναντίον μου.
Verse: 17    
καὶ νῦν, κύριε ϑεὸς Ισραηλ, πιστωϑήτω δὴ τὸ ῥῆμά σου, ἐλάλησας τῷ παιδί σου τῷ Δαυιδ.
Verse: 18    
ὅτι εἰ ἀληϑῶς κατοικήσει ϑεὸς μετὰ ἀνϑρώπων ἐπὶ τῆς γῆς; εἰ οὐρανὸς καὶ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσίν σοι, καὶ τίς οἶκος οὗτος, ὃν ᾠκοδόμησα;
Verse: 19    
καὶ ἐπιβλέψῃ ἐπὶ τὴν προσευχὴν παιδός σου καὶ ἐπὶ τὴν δέησίν μου, κύριε ϑεός, τοῦ ἐπακοῦσαι τῆς δεήσεως καὶ τῆς προσευχῆς, ἧς παῖς σου προσεύχεται ἐναντίον σου σήμερον,
Verse: 20    
τοῦ εἶναι ὀϕϑαλμούς σου ἀνεῳγμένους ἐπὶ τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτός, εἰς τὸν τόπον τοῦτον, ὃν εἶπας ἐπικληϑῆναι τὸ ὄνομά σου ἐκεῖ, τοῦ ἀκοῦσαι τῆς προσευχῆς, ἧς παῖς σου προσεύχεται εἰς τὸν τόπον τοῦτον.
Verse: 21    
καὶ ἀκούσῃ τῆς δεήσεως τοῦ παιδός σου καὶ λαοῦ σου Ισραηλ, ἂν προσεύξωνται εἰς τὸν τόπον τοῦτον, καὶ σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς σου ἐκ τοῦ οὐρανοῦ καὶ ἀκούσῃ καὶ ἵλεως ἔσῃ.
Verse: 22    
ἐὰν ἁμάρτῃ ἀνὴρ τῷ πλησίον αὐτοῦ, καὶ λάβῃ ἐπ' αὐτὸν ἀρὰν τοῦ ἀρᾶσϑαι αὐτόν, καὶ ἔλϑῃ καὶ ἀράσηται κατέναντι τοῦ ϑυσιαστηρίου ἐν τῷ οἴκῳ τούτῳ,
Verse: 23    
καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ποιήσεις καὶ κρινεῖς τοὺς δούλους σου τοῦ ἀποδοῦναι τῷ ἀνόμῳ καὶ ἀποδοῦναι ὁδοὺς αὐτοῦ εἰς κεϕαλὴν αὐτοῦ, τοῦ δικαιῶσαι δίκαιον τοῦ ἀποδοῦναι αὐτῷ κατὰ τὴν δικαιοσύνην αὐτοῦ.
Verse: 24    
καὶ ἐὰν ϑραυσϑῇ λαός σου Ισραηλ κατέναντι τοῦ ἐχϑροῦ, ἐὰν ἁμάρτωσίν σοι, καὶ ἐπιστρέψωσιν καὶ ἐξομολογήσωνται τῷ ὀνόματί σου καὶ προσεύξωνται καὶ δεηϑῶσιν ἐναντίον σου ἐν τῷ οἴκῳ τούτῳ,
Verse: 25    
καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις λαοῦ σου Ισραηλ καὶ ἀποστρέψεις αὐτοὺς εἰς τὴν γῆν, ἣν ἔδωκας αὐτοῖς καὶ τοῖς πατράσιν αὐτῶν.
Verse: 26    
ἐν τῷ συσχεϑῆναι τὸν οὐρανὸν καὶ μὴ γενέσϑαι ὑετόν, ὅτι ἁμαρτήσονταί σοι, καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον καὶ αἰνέσουσιν τὸ ὄνομά σου καὶ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ἐπιστρέψουσιν, ὅτι ταπεινώσεις αὐτούς,
Verse: 27    
καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τῶν παίδων σου καὶ τοῦ λαοῦ σου Ισραηλ, ὅτι δηλώσεις αὐτοῖς τὴν ὁδὸν τὴν ἀγαϑήν, ἐν πορεύσονται ἐν αὐτῇ, καὶ δώσεις ὑετὸν ἐπὶ τὴν γῆν σου, ἣν ἔδωκας τῷ λαῷ σου εἰς κληρονομίαν.
Verse: 28    
λιμὸς ἐὰν γένηται ἐπὶ τῆς γῆς, ϑάνατος ἐὰν γένηται, ἀνεμοϕϑορία καὶ ἴκτερος, ἀκρὶς καὶ βροῦχος ἐὰν γένηται, ἐὰν ϑλίψῃ αὐτὸν ἐχϑρὸς κατέναντι τῶν πόλεων αὐτῶν, κατὰ πᾶσαν πληγὴν καὶ πᾶν πόνον,
Verse: 29    
καὶ πᾶσα προσευχὴ καὶ πᾶσα δέησις, ἐὰν γένηται παντὶ ἀνϑρώπῳ καὶ παντὶ λαῷ σου Ισραηλ, ἐὰν γνῷ ἄνϑρωπος τὴν ἁϕὴν αὐτοῦ καὶ τὴν μαλακίαν αὐτοῦ καὶ διαπετάσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν οἶκον τοῦτον,
Verse: 30    
καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ἱλάσῃ καὶ δώσεις ἀνδρὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ, ὡς ἂν γνῷς τὴν καρδίαν αὐτοῦ, ὅτι μόνος γινώσκεις τὴν καρδίαν υἱῶν ἀνϑρώπων,
Verse: 31    
ὅπως ϕοβῶνται τὰς ὁδούς σου πάσας τὰς ἡμέρας, ἃς αὐτοὶ ζῶσιν ἐπὶ προσώπου τῆς γῆς, ἧς ἔδωκας τοῖς πατράσιν ἡμῶν.
Verse: 32    
καὶ πᾶς ἀλλότριος, ὃς οὐκ ἐκ τοῦ λαοῦ σου Ισραηλ ἐστὶν αὐτὸς καὶ ἔλϑῃ ἐκ γῆς μακρόϑεν διὰ τὸ ὄνομά σου τὸ μέγα καὶ τὴν χεῖρά σου τὴν κραταιὰν καὶ τὸν βραχίονά σου τὸν ὑψηλὸν καὶ ἔλϑωσιν καὶ προσεύξωνται εἰς τὸν τόπον τοῦτον,
Verse: 33    
καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ποιήσεις κατὰ πάντα, ὅσα ἐὰν ἐπικαλέσηταί σε ἀλλότριος, ὅπως γνῶσιν πάντες οἱ λαοὶ τῆς γῆς τὸ ὄνομά σου καὶ τοῦ ϕοβεῖσϑαί σε ὡς λαός σου Ισραηλ καὶ τοῦ γνῶναι ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπὶ τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησα.
Verse: 34    
ἐὰν δὲ ἐξέλϑῃ λαός σου εἰς πόλεμον ἐπὶ τοὺς ἐχϑροὺς αὐτοῦ ἐν ὁδῷ, ἀποστελεῖς αὐτούς, καὶ προσεύξωνται πρὸς σὲ κατὰ τὴν ὁδὸν τῆς πόλεως ταύτης, ἣν ἐξελέξω ἐν αὐτῇ, καὶ οἴκου, οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου,
Verse: 35    
καὶ ἀκούσῃ ἐκ τοῦ οὐρανοῦ τῆς δεήσεως αὐτῶν καὶ τῆς προσευχῆς αὐτῶν καὶ ποιήσεις τὸ δικαίωμα αὐτῶν.
Verse: 36    
ὅτι ἁμαρτήσονταί σοι [ὅτι οὐκ ἔσται ἄνϑρωπος, ὃς οὐχ ἁμαρτήσεται] καὶ πατάξεις αὐτοὺς καὶ παραδώσεις αὐτοὺς κατὰ πρόσωπον ἐχϑρῶν καὶ αἰχμαλωτεύσουσιν οἱ αἰχμαλωτεύοντες αὐτοὺς εἰς γῆν ἐχϑρῶν εἰς γῆν μακρὰν ἐγγὺς
Verse: 37    
καὶ ἐπιστρέψωσιν καρδίαν αὐτῶν ἐν τῇ γῇ αὐτῶν, οὗ μετήχϑησαν ἐκεῖ, καί γε ἐπιστρέψωσιν καὶ δεηϑῶσίν σου ἐν τῇ αἰχμαλωσίᾳ αὐτῶν λέγοντες ῾Ημάρτομεν ἠδικήσαμεν ἠνομήσαμεν,
Verse: 38    
καὶ ἐπιστρέψωσιν πρὸς σὲ ἐν ὅλῃ καρδίᾳ καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν ἐν γῇ αἰχμαλωτευσάντων αὐτοὺς καὶ προσεύξωνται ὁδὸν γῆς αὐτῶν, ἧς ἔδωκας τοῖς πατράσιν αὐτῶν, καὶ τῆς πόλεως, ἧς ἐξελέξω, καὶ τοῦ οἴκου, οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου,
Verse: 39    
καὶ ἀκούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου τῆς προσευχῆς αὐτῶν καὶ τῆς δεήσεως αὐτῶν καὶ ποιήσεις κρίματα καὶ ἵλεως ἔσῃ τῷ λαῷ τῷ ἁμαρτόντι σοι.
Verse: 40    
νῦν, κύριε, ἔστωσαν δὴ οἱ ὀϕϑαλμοί σου ἀνεῳγμένοι καὶ τὰ ὦτά σου ἐπήκοα εἰς τὴν δέησιν τοῦ τόπου τούτου.
Verse: 41    
καὶ νῦν ἀνάστηϑι, κύριε ϑεός, εἰς τὴν κατάπαυσίν σου, σὺ καὶ κιβωτὸς τῆς ἰσχύος σου. οἱ ἱερεῖς σου, κύριε ϑεός, ἐνδύσαιντο σωτηρίαν, καὶ οἱ υἱοί σου εὐϕρανϑήτωσαν ἐν ἀγαϑοῖς.
Verse: 42    
κύριε ϑεός, μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου, μνήσϑητι τὰ ἐλέη Δαυιδ τοῦ δούλου σου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.