TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1177
Chapter: 11
Verse: 1
καὶ
ἐν
τῷ
ἐνιαυτῷ
τῷ
πρώτῳ
Κύρου
τοῦ
βασιλέως
εἶπέν
μοι
ἐνισχῦσαι
καὶ
ἀνδρίζεσϑαι
.
Verse: 2
καὶ
νῦν
ἦλϑον
τὴν
ἀλήϑειαν
ὑποδεῖξαί
σοι
.
ἰδοὺ
τρεῖς
βασιλεῖς
ἀνϑεστήκασιν
ἐν
τῇ
Περσίδι
,
καὶ
ὁ
τέταρτος
πλουτήσει
πλοῦτον
μέγαν
παρὰ
πάντας
·
καὶ
ἐν
τῷ
κατισχῦσαι
αὐτὸν
ἐν
τῷ
πλούτῳ
αὐτοῦ
ἐπαναστήσεται
παντὶ
βασιλεῖ
῾Ελλήνων
.
Verse: 3
καὶ
στήσεται
βασιλεὺς
δυνατὸς
καὶ
κυριεύσει
κυρ[ι]είας
πολλῆς
καὶ
ποιήσει
καϑὼς
ἂν
βούληται
.
Verse: 4
καὶ
ἐν
τῷ
ἀναστῆναι
αὐτὸν
συντριβήσεται
ἡ
βασιλεία
αὐτοῦ
καὶ
μερισϑήσεται
εἰς
τοὺς
τέσσαρας
ἀνέμους
τοῦ
οὐρανοῦ
,
οὐ
κατὰ
τὴν
ἀλκὴν
αὐτοῦ
οὐδὲ
κατὰ
τὴν
κυρ[ι]είαν
αὐτοῦ
,
ἣν
ἐδυνάστευσε
,
ὅτι
ἀποσταϑήσεται
ἡ
βασιλεία
αὐτοῦ
,
καὶ
ἑτέρους
διδάξει
ταῦτα
.
Verse: 5
καὶ
ἐνισχύσει
βασιλείαν
Αἰγύπτου
·
καὶ
εἷς
ἐκ
τῶν
δυναστῶν
κατισχύσει
αὐτὸν
καὶ
δυναστεύσει
·
δυναστεία
μεγάλη
ἡ
δυναστεία
αὐτοῦ
.
Verse: 6
καὶ
εἰς
συντέλειαν
ἐνιαυτῶν
ἄξει
αὐτούς
,
καὶ
εἰσελεύσεται
βασιλεὺς
Αἰγύπτου
εἰς
τὴν
βασιλείαν
τὴν
βορρᾶ
ποιήσασϑαι
συνϑήκας
·
καὶ
οὐ
μὴ
κατισχύσῃ
,
ὅτι
ὁ
βραχίων
αὐτοῦ
οὐ
στήσει
ἰσχύν
,
καὶ
ὁ
βραχίων
αὐτοῦ
ναρκήσει
καὶ
τῶν
συμπορευομένων
μετ
'
αὐτοῦ
,
καὶ
μενεῖ
εἰς
ὥρας
.
Verse: 7
καὶ
ἀναστήσεται
ϕυτὸν
ἐκ
τῆς
ῥίζης
αὐτοῦ
καϑ
'
ἑαυτόν
,
καὶ
ἥξει
ἐπὶ
τὴν
δύναμιν
αὐτοῦ
ἐν
ἰσχύι
αὐτοῦ
βασιλεὺς
βορρᾶ
καὶ
ποιήσει
ταραχὴν
καὶ
κατισχύσει
.
Verse: 8
καὶ
τοὺς
ϑεοὺς
αὐτῶν
καταστρέψει
μετὰ
τῶν
χωνευτῶν
αὐτῶν
καὶ
τοὺς
ὄχλους
αὐτῶν
μετὰ
τῶν
σκευῶν
τῶν
ἐπιϑυμημάτων
αὐτῶν
,
τὸ
ἀργύριον
καὶ
τὸ
χρυσίον
,
ἐν
αἰχμαλωσίᾳ
ἀποίσουσιν
εἰς
Αἴγυπτον
·
καὶ
ἔσται
ἔτος
βασιλεῖ
βορρᾶ
.
Verse: 9
καὶ
εἰσελεύσεται
εἰς
βασιλείαν
Αἰγύπτου
ἡμέρας
·
καὶ
ἐπιστρέψει
ἐπὶ
τὴν
γῆν
αὐτοῦ
Verse: 10
καὶ
ὁ
υἱὸς
αὐτοῦ
.
καὶ
ἐρεϑισϑήσεται
καὶ
συνάξει
συναγωγὴν
ὄχλου
πολλοῦ
καὶ
εἰσελεύσεται
κατ
'
αὐτὴν
κατασύρων
·
παρελεύσεται
καὶ
ἐπιστρέψει
καὶ
παροξυνϑήσεται
ἐπὶ
πολύ
.
Verse: 11
καὶ
ὀργισϑήσεται
βασιλεὺς
Αἰγύπτου
καὶ
πολεμήσει
μετὰ
βασιλέως
βορρᾶ
,
καὶ
παραδοϑήσεται
ἡ
συναγωγὴ
εἰς
τὰς
χεῖρας
αὐτοῦ
·
Verse: 12
καὶ
λήψεται
τὴν
συναγωγήν
,
καὶ
ὑψωϑήσεται
ἡ
καρδία
αὐτοῦ
,
καὶ
ταράξει
πολλοὺς
καὶ
οὐ
μὴ
ϕοβηϑῇ
.
Verse: 13
καὶ
ἐπιστρέψει
βασιλεὺς
βορρᾶ
καὶ
συνάξει
πόλεως
συναγωγὴν
μείζονα
παρὰ
τὴν
πρώτην
κατὰ
συντέλειαν
καιροῦ
ἐνιαυτοῦ
καὶ
εἰσελεύσεται
εἰς
αὐτὴν
ἐπ
'
αὐτὸν
ἐν
ὄχλῳ
πολλῷ
καὶ
ἐν
χρήμασι
πολλοῖς
.
Verse: 14
καὶ
ἐν
τοῖς
καιροῖς
ἐκείνοις
διάνοιαι
ἀναστήσονται
ἐπὶ
τὸν
βασιλέα
Αἰγύπτου
·
καὶ
ἀνοικοδομήσει
τὰ
πεπτωκότα
τοῦ
ἔϑνους
σου
καὶ
ἀναστήσεται
εἰς
τὸ
ἀναστῆσαι
τὴν
προϕητείαν
,
καὶ
προσκόψουσι
.
Verse: 15
καὶ
ἐπελεύσεται
βασιλεὺς
βορρᾶ
καὶ
ἐπιστρέψει
τὰ
δόρατα
αὐτοῦ
καὶ
λήψεται
τὴν
πόλιν
τὴν
ὀχυράν
,
καὶ
οἱ
βραχίονες
βασιλέως
Αἰγύπτου
στήσονται
μετὰ
τῶν
δυναστῶν
αὐτοῦ
,
καὶ
οὐκ
ἔσται
αὐτῷ
ἰσχὺς
εἰς
τὸ
ἀντιστῆναι
αὐτῷ
.
Verse: 16
καὶ
ποιήσει
ὁ
εἰσπορευόμενος
ἐπ
'
αὐτὸν
κατὰ
τὸ
ϑέλημα
αὐτοῦ
,
καὶ
οὐκ
ἔσται
ὁ
ἀνϑεστηκὼς
ἐναντίον
αὐτοῦ
·
καὶ
στήσεται
ἐν
τῇ
χώρᾳ
,
καὶ
ἐπιτελεσϑήσεται
πάντα
ἐν
ταῖς
χερσὶν
αὐτοῦ
.
Verse: 17
καὶ
δώσει
τὸ
πρόσωπον
αὐτοῦ
ἐπελϑεῖν
βίᾳ
πᾶν
τὸ
ἔργον
αὐτοῦ
καὶ
συνϑήκας
μετ
'
αὐτοῦ
ποιήσεται
·
καὶ
ϑυγατέρα
ἀνϑρώπου
δώσει
αὐτῷ
εἰς
τὸ
ϕϑεῖραι
αὐτήν
,
καὶ
οὐ
πείσεται
καὶ
οὐκ
ἔσται
.
Verse: 18
καὶ
δώσει
τὸ
πρόσωπον
αὐτοῦ
ἐπὶ
τὴν
ϑάλασσαν
καὶ
λήψεται
πολλοὺς
καὶ
ἐπιστρέψει
ὀργὴν
ὀνειδισμοῦ
αὐτῶν
ἐν
ὅρκῳ
κατὰ
τὸν
ὀνειδισμὸν
αὐτοῦ
.
Verse: 19
ἐπιστρέψει
τὸ
πρόσωπον
αὐτοῦ
εἰς
τὸ
κατισχῦσαι
τὴν
χώραν
αὐτοῦ
καὶ
προσκόψει
καὶ
πεσεῖται
καὶ
οὐχ
εὑρεϑήσεται
.
Verse: 20
καὶ
ἀναστήσεται
ἐκ
τῆς
ῥίζης
αὐτοῦ
ϕυτὸν
βασιλείας
εἰς
ἀνάστασιν
,
ἀνὴρ
τύπτων
δόξαν
βασιλέως
·
καὶ
ἐν
ἡμέραις
ἐσχάταις
συντριβήσεται
καὶ
οὐκ
ἐν
ὀργῇ
οὐδὲ
ἐν
πολέμῳ
.
Verse: 21
καὶ
ἀναστήσεται
ἐπὶ
τὸν
τόπον
αὐτοῦ
εὐκαταϕρόνητος
,
καὶ
οὐ
δοϑήσεται
ἐπ
'
αὐτὸν
δόξα
βασιλέως
·
καὶ
ἥξει
ἐξάπινα
,
κατισχύσει
βασιλεὺς
ἐν
κληροδοσίᾳ
αὐτοῦ
.
Verse: 22
καὶ
τοὺς
βραχίονας
τοὺς
συντριβέντας
συντρίψει
ἀπὸ
προσώπου
αὐτοῦ
·
Verse: 23
καὶ
μετὰ
τῆς
διαϑήκης
καὶ
δήμου
συνταγέντος
μετ
'
αὐτοῦ
ποιήσει
ψεῦδος
καὶ
ἐπὶ
ἔϑνος
ἰσχυρὸν
ἐν
ὀλιγοστῷ
ἔϑνει
.
Verse: 24
ἐξάπινα
ἐρημώσει
πόλιν
καὶ
ποιήσει
ὅσα
οὐκ
ἐποίησαν
οἱ
πατέρες
αὐτοῦ
οὐδὲ
οἱ
πατέρες
τῶν
πατέρων
αὐτοῦ
·
προνομὴν
καὶ
σκῦλα
καὶ
χρήματα
αὐτοῖς
δώσει
καὶ
ἐπὶ
τὴν
πόλιν
τὴν
ἰσχυρὰν
διανοηϑήσεται
,
καὶ
οἱ
λογισμοὶ
αὐτοῦ
εἰς
μάτην
.
Verse: 25
καὶ
ἐγερϑήσεται
ἡ
ἰσχὺς
αὐτοῦ
καὶ
ἡ
καρδία
αὐτοῦ
ἐπὶ
τὸν
βασιλέα
Αἰγύπτου
ἐν
ὄχλῳ
πολλῷ
,
καὶ
ὁ
βασιλεὺς
Αἰγύπτου
ἐρεϑισϑήσεται
εἰς
πόλεμον
ἐν
ὄχλῳ
ἰσχυρῷ
σϕόδρα
λίαν
·
καὶ
οὐ
στήσεται
,
ὅτι
διανοηϑήσεται
ἐπ
'
αὐτὸν
διανοίᾳ
·
Verse: 26
καὶ
καταναλώσουσιν
αὐτὸν
μέριμναι
αὐτοῦ
καὶ
ἀποστρέψουσιν
αὐτόν
,
καὶ
παρελεύσεται
καὶ
κατασυριεῖ
,
καὶ
πεσοῦνται
τραυματίαι
πολλοί
.
Verse: 27
καὶ
δύο
βασιλεῖς
μόνοι
δειπνήσουσιν
ἐπὶ
τὸ
αὐτὸ
καὶ
ἐπὶ
μιᾶς
τραπέζης
ϕάγονται
καὶ
ψευδολογήσουσι
καὶ
οὐκ
εὐοδωϑήσονται
·
ἔτι
γὰρ
συντέλεια
εἰς
καιρόν
.
Verse: 28
καὶ
ἐπιστρέψει
εἰς
τὴν
χώραν
αὐτοῦ
ἐν
χρήμασι
πολλοῖς
,
καὶ
ἡ
καρδία
αὐτοῦ
ἐπὶ
τὴν
διαϑήκην
τοῦ
ἁγίου
·
ποιήσει
καὶ
ἐπιστρέψει
ἐπὶ
τὴν
χώραν
αὐτοῦ
Verse: 29
εἰς
καιρόν
.
καὶ
εἰσελεύσεται
εἰς
Αἴγυπτον
,
καὶ
οὐκ
ἔσται
ὡς
ἡ
πρώτη
καὶ
ἡ
ἐσχάτη
.
Verse: 30
καὶ
ἥξουσι
῾Ρωμαῖοι
καὶ
ἐξώσουσιν
αὐτὸν
καὶ
ἐμβριμήσονται
αὐτῷ
·
καὶ
ἐπιστρέψει
καὶ
ὀργισϑήσεται
ἐπὶ
τὴν
διαϑήκην
τοῦ
ἁγίου
·
καὶ
ποιήσει
καὶ
ἐπιστρέψει
καὶ
διανοηϑήσεται
ἐπ
'
αὐτούς
,
ἀνϑ
'
ὧν
ἐγκατέλιπον
τὴν
διαϑήκην
τοῦ
ἁγίου
.
Verse: 31
καὶ
βραχίονες
παρ
'
αὐτοῦ
στήσονται
καὶ
μιανοῦσι
τὸ
ἅγιον
τοῦ
ϕόβου
καὶ
ἀποστήσουσι
τὴν
ϑυσίαν
καὶ
δώσουσι
βδέλυγμα
ἐρημώσεως
.
Verse: 32
καὶ
ἐν
ἁμαρτίαις
διαϑήκης
μιανοῦσιν
ἐν
σκληρῷ
λαῷ
,
καὶ
ὁ
δῆμος
ὁ
γινώσκων
ταῦτα
κατισχύσουσι
καὶ
ποιήσουσι
.
Verse: 33
καὶ
ἐννοούμενοι
τοῦ
ἔϑνους
συνήσουσιν
εἰς
πολλούς
·
καὶ
προσκόψουσι
ῥομϕαίᾳ
καὶ
παλαιωϑήσονται
ἐν
αὐτῇ
καὶ
ἐν
αἰχμαλωσίᾳ
καὶ
ἐν
προνομῇ
ἡμερῶν
κηλιδωϑήσονται
.
Verse: 34
καὶ
ὅταν
συντρίβωνται
,
συνάξουσιν
ἰσχὺν
βραχεῖαν
,
καὶ
ἐπισυναχϑήσονται
ἐπ
'
αὐτοὺς
πολλοὶ
ἐπὶ
πόλεως
καὶ
πολλοὶ
ὡς
ἐν
κληροδοσίᾳ
.
Verse: 35
καὶ
ἐκ
τῶν
συνιέντων
διανοηϑήσονται
εἰς
τὸ
καϑαρίσαι
ἑαυτοὺς
καὶ
εἰς
τὸ
ἐκλεγῆναι
καὶ
εἰς
τὸ
καϑαρισϑῆναι
ἕως
καιροῦ
συντελείας
·
ἔτι
γὰρ
καιρὸς
εἰς
ὥρας
.
Verse: 36
καὶ
ποιήσει
κατὰ
τὸ
ϑέλημα
αὐτοῦ
ὁ
βασιλεὺς
καὶ
παροργισϑήσεται
καὶ
ὑψωϑήσεται
ἐπὶ
πάντα
ϑεὸν
καὶ
ἐπὶ
τὸν
ϑεὸν
τῶν
ϑεῶν
ἔξαλλα
λαλήσει
καὶ
εὐοδωϑήσεται
,
ἕως
ἂν
συντελεσϑῇ
ἡ
ὀργή
·
εἰς
αὐτὸν
γὰρ
συντέλεια
γίνεται
.
Verse: 37
καὶ
ἐπὶ
τοὺς
ϑεοὺς
τῶν
πατέρων
αὐτοῦ
οὐ
μὴ
προνοηϑῇ
καὶ
ἐν
ἐπιϑυμίᾳ
γυναικὸς
οὐ
μὴ
προνοηϑῇ
,
ὅτι
ἐν
παντὶ
ὑψωϑήσεται
,
καὶ
ὑποταγήσεται
αὐτῷ
ἔϑνη
ἰσχυρά
·
Verse: 38
ἐπὶ
τὸν
τόπον
αὐτοῦ
κινήσει
καὶ
ϑεόν
,
ὃν
οὐκ
ἔγνωσαν
οἱ
πατέρες
αὐτοῦ
,
τιμήσει
ἐν
χρυσίῳ
καὶ
ἀργυρίῳ
καὶ
λίϑῳ
πολυτελεῖ
.
καὶ
ἐν
ἐπιϑυμήμασι
Verse: 39
ποιήσει
πόλεων
καὶ
εἰς
ὀχύρωμα
ἰσχυρὸν
ἥξει
·
μετὰ
ϑεοῦ
ἀλλοτρίου
,
οὗ
ἐὰν
ἐπιγνῷ
,
πληϑυνεῖ
δόξαν
καὶ
κατακυριεύσει
αὐτοῦ
ἐπὶ
πολὺ
καὶ
χώραν
ἀπομεριεῖ
εἰς
δωρεάν
.
Verse: 40
καὶ
καϑ
'
ὥραν
συντελείας
συγκερατισϑήσεται
αὐτῷ
ὁ
βασιλεὺς
Αἰγύπτου
,
καὶ
ἐποργισϑήσεται
αὐτῷ
βασιλεὺς
βορρᾶ
ἐν
ἅρμασι
καὶ
ἐν
ἵπποις
πολλοῖς
καὶ
ἐν
πλοίοις
πολλοῖς
καὶ
εἰσελεύσεται
εἰς
χώραν
Αἰγύπτου
Verse: 41
καὶ
ἐπελεύσεται
εἰς
τὴν
χώραν
μου
,
Verse: 42
καὶ
ἐν
χώρᾳ
Αἰγύπτου
οὐκ
ἔσται
ἐν
αὐτῇ
διασῳζόμενος
.
Verse: 43
καὶ
κρατήσει
τοῦ
τόπου
τοῦ
χρυσίου
καὶ
τοῦ
τόπου
τοῦ
ἀργυρίου
καὶ
πάσης
τῆς
ἐπιϑυμίας
Αἰγύπτου
,
καὶ
Λίβυες
καὶ
Αἰϑίοπες
ἔσονται
ἐν
τῷ
ὄχλῳ
αὐτοῦ
.
Verse: 44
καὶ
ἀκοὴ
ταράξει
αὐτὸν
ἀπὸ
ἀνατολῶν
καὶ
βορρᾶ
,
καὶ
ἐξελεύσεται
ἐν
ϑυμῷ
ἰσχυρῷ
καὶ
ῥομϕαίᾳ
ἀϕανίσαι
καὶ
ἀποκτεῖναι
πολλούς
.
Verse: 45
καὶ
στήσει
αὐτοῦ
τὴν
σκηνὴν
τότε
ἀνὰ
μέσον
τῶν
ϑαλασσῶν
καὶ
τοῦ
ὄρους
τῆς
ϑελήσεως
τοῦ
ἁγίου
·
καὶ
ἥξει
ὥρα
τῆς
συντελείας
αὐτοῦ
,
καὶ
οὐκ
ἔσται
ὁ
βοηϑῶν
αὐτῷ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.