TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1177
Previous part

Chapter: 11 
Verse: 1    καὶ ἐν τῷ ἐνιαυτῷ τῷ πρώτῳ Κύρου τοῦ βασιλέως εἶπέν μοι ἐνισχῦσαι καὶ ἀνδρίζεσϑαι.
Verse: 2    
καὶ νῦν ἦλϑον τὴν ἀλήϑειαν ὑποδεῖξαί σοι. ἰδοὺ τρεῖς βασιλεῖς ἀνϑεστήκασιν ἐν τῇ Περσίδι, καὶ τέταρτος πλουτήσει πλοῦτον μέγαν παρὰ πάντας· καὶ ἐν τῷ κατισχῦσαι αὐτὸν ἐν τῷ πλούτῳ αὐτοῦ ἐπαναστήσεται παντὶ βασιλεῖ ῾Ελλήνων.
Verse: 3    
καὶ στήσεται βασιλεὺς δυνατὸς καὶ κυριεύσει κυρ[ι]είας πολλῆς καὶ ποιήσει καϑὼς ἂν βούληται.
Verse: 4    
καὶ ἐν τῷ ἀναστῆναι αὐτὸν συντριβήσεται βασιλεία αὐτοῦ καὶ μερισϑήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ, οὐ κατὰ τὴν ἀλκὴν αὐτοῦ οὐδὲ κατὰ τὴν κυρ[ι]είαν αὐτοῦ, ἣν ἐδυνάστευσε, ὅτι ἀποσταϑήσεται βασιλεία αὐτοῦ, καὶ ἑτέρους διδάξει ταῦτα.
Verse: 5    
καὶ ἐνισχύσει βασιλείαν Αἰγύπτου· καὶ εἷς ἐκ τῶν δυναστῶν κατισχύσει αὐτὸν καὶ δυναστεύσει· δυναστεία μεγάλη δυναστεία αὐτοῦ.
Verse: 6    
καὶ εἰς συντέλειαν ἐνιαυτῶν ἄξει αὐτούς, καὶ εἰσελεύσεται βασιλεὺς Αἰγύπτου εἰς τὴν βασιλείαν τὴν βορρᾶ ποιήσασϑαι συνϑήκας· καὶ οὐ μὴ κατισχύσῃ, ὅτι βραχίων αὐτοῦ οὐ στήσει ἰσχύν, καὶ βραχίων αὐτοῦ ναρκήσει καὶ τῶν συμπορευομένων μετ' αὐτοῦ, καὶ μενεῖ εἰς ὥρας.
Verse: 7    
καὶ ἀναστήσεται ϕυτὸν ἐκ τῆς ῥίζης αὐτοῦ καϑ' ἑαυτόν, καὶ ἥξει ἐπὶ τὴν δύναμιν αὐτοῦ ἐν ἰσχύι αὐτοῦ βασιλεὺς βορρᾶ καὶ ποιήσει ταραχὴν καὶ κατισχύσει.
Verse: 8    
καὶ τοὺς ϑεοὺς αὐτῶν καταστρέψει μετὰ τῶν χωνευτῶν αὐτῶν καὶ τοὺς ὄχλους αὐτῶν μετὰ τῶν σκευῶν τῶν ἐπιϑυμημάτων αὐτῶν, τὸ ἀργύριον καὶ τὸ χρυσίον, ἐν αἰχμαλωσίᾳ ἀποίσουσιν εἰς Αἴγυπτον· καὶ ἔσται ἔτος βασιλεῖ βορρᾶ.
Verse: 9    
καὶ εἰσελεύσεται εἰς βασιλείαν Αἰγύπτου ἡμέρας· καὶ ἐπιστρέψει ἐπὶ τὴν γῆν αὐτοῦ
Verse: 10    
καὶ υἱὸς αὐτοῦ. καὶ ἐρεϑισϑήσεται καὶ συνάξει συναγωγὴν ὄχλου πολλοῦ καὶ εἰσελεύσεται κατ' αὐτὴν κατασύρων· παρελεύσεται καὶ ἐπιστρέψει καὶ παροξυνϑήσεται ἐπὶ πολύ.
Verse: 11    
καὶ ὀργισϑήσεται βασιλεὺς Αἰγύπτου καὶ πολεμήσει μετὰ βασιλέως βορρᾶ, καὶ παραδοϑήσεται συναγωγὴ εἰς τὰς χεῖρας αὐτοῦ·
Verse: 12    
καὶ λήψεται τὴν συναγωγήν, καὶ ὑψωϑήσεται καρδία αὐτοῦ, καὶ ταράξει πολλοὺς καὶ οὐ μὴ ϕοβηϑῇ.
Verse: 13    
καὶ ἐπιστρέψει βασιλεὺς βορρᾶ καὶ συνάξει πόλεως συναγωγὴν μείζονα παρὰ τὴν πρώτην κατὰ συντέλειαν καιροῦ ἐνιαυτοῦ καὶ εἰσελεύσεται εἰς αὐτὴν ἐπ' αὐτὸν ἐν ὄχλῳ πολλῷ καὶ ἐν χρήμασι πολλοῖς.
Verse: 14    
καὶ ἐν τοῖς καιροῖς ἐκείνοις διάνοιαι ἀναστήσονται ἐπὶ τὸν βασιλέα Αἰγύπτου· καὶ ἀνοικοδομήσει τὰ πεπτωκότα τοῦ ἔϑνους σου καὶ ἀναστήσεται εἰς τὸ ἀναστῆσαι τὴν προϕητείαν, καὶ προσκόψουσι.
Verse: 15    
καὶ ἐπελεύσεται βασιλεὺς βορρᾶ καὶ ἐπιστρέψει τὰ δόρατα αὐτοῦ καὶ λήψεται τὴν πόλιν τὴν ὀχυράν, καὶ οἱ βραχίονες βασιλέως Αἰγύπτου στήσονται μετὰ τῶν δυναστῶν αὐτοῦ, καὶ οὐκ ἔσται αὐτῷ ἰσχὺς εἰς τὸ ἀντιστῆναι αὐτῷ.
Verse: 16    
καὶ ποιήσει εἰσπορευόμενος ἐπ' αὐτὸν κατὰ τὸ ϑέλημα αὐτοῦ, καὶ οὐκ ἔσται ἀνϑεστηκὼς ἐναντίον αὐτοῦ· καὶ στήσεται ἐν τῇ χώρᾳ, καὶ ἐπιτελεσϑήσεται πάντα ἐν ταῖς χερσὶν αὐτοῦ.
Verse: 17    
καὶ δώσει τὸ πρόσωπον αὐτοῦ ἐπελϑεῖν βίᾳ πᾶν τὸ ἔργον αὐτοῦ καὶ συνϑήκας μετ' αὐτοῦ ποιήσεται· καὶ ϑυγατέρα ἀνϑρώπου δώσει αὐτῷ εἰς τὸ ϕϑεῖραι αὐτήν, καὶ οὐ πείσεται καὶ οὐκ ἔσται.
Verse: 18    
καὶ δώσει τὸ πρόσωπον αὐτοῦ ἐπὶ τὴν ϑάλασσαν καὶ λήψεται πολλοὺς καὶ ἐπιστρέψει ὀργὴν ὀνειδισμοῦ αὐτῶν ἐν ὅρκῳ κατὰ τὸν ὀνειδισμὸν αὐτοῦ.
Verse: 19    
ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὸ κατισχῦσαι τὴν χώραν αὐτοῦ καὶ προσκόψει καὶ πεσεῖται καὶ οὐχ εὑρεϑήσεται.
Verse: 20    
καὶ ἀναστήσεται ἐκ τῆς ῥίζης αὐτοῦ ϕυτὸν βασιλείας εἰς ἀνάστασιν, ἀνὴρ τύπτων δόξαν βασιλέως· καὶ ἐν ἡμέραις ἐσχάταις συντριβήσεται καὶ οὐκ ἐν ὀργῇ οὐδὲ ἐν πολέμῳ.
Verse: 21    
καὶ ἀναστήσεται ἐπὶ τὸν τόπον αὐτοῦ εὐκαταϕρόνητος, καὶ οὐ δοϑήσεται ἐπ' αὐτὸν δόξα βασιλέως· καὶ ἥξει ἐξάπινα, κατισχύσει βασιλεὺς ἐν κληροδοσίᾳ αὐτοῦ.
Verse: 22    
καὶ τοὺς βραχίονας τοὺς συντριβέντας συντρίψει ἀπὸ προσώπου αὐτοῦ·
Verse: 23    
καὶ μετὰ τῆς διαϑήκης καὶ δήμου συνταγέντος μετ' αὐτοῦ ποιήσει ψεῦδος καὶ ἐπὶ ἔϑνος ἰσχυρὸν ἐν ὀλιγοστῷ ἔϑνει.
Verse: 24    
ἐξάπινα ἐρημώσει πόλιν καὶ ποιήσει ὅσα οὐκ ἐποίησαν οἱ πατέρες αὐτοῦ οὐδὲ οἱ πατέρες τῶν πατέρων αὐτοῦ· προνομὴν καὶ σκῦλα καὶ χρήματα αὐτοῖς δώσει καὶ ἐπὶ τὴν πόλιν τὴν ἰσχυρὰν διανοηϑήσεται, καὶ οἱ λογισμοὶ αὐτοῦ εἰς μάτην.
Verse: 25    
καὶ ἐγερϑήσεται ἰσχὺς αὐτοῦ καὶ καρδία αὐτοῦ ἐπὶ τὸν βασιλέα Αἰγύπτου ἐν ὄχλῳ πολλῷ, καὶ βασιλεὺς Αἰγύπτου ἐρεϑισϑήσεται εἰς πόλεμον ἐν ὄχλῳ ἰσχυρῷ σϕόδρα λίαν· καὶ οὐ στήσεται, ὅτι διανοηϑήσεται ἐπ' αὐτὸν διανοίᾳ·
Verse: 26    
καὶ καταναλώσουσιν αὐτὸν μέριμναι αὐτοῦ καὶ ἀποστρέψουσιν αὐτόν, καὶ παρελεύσεται καὶ κατασυριεῖ, καὶ πεσοῦνται τραυματίαι πολλοί.
Verse: 27    
καὶ δύο βασιλεῖς μόνοι δειπνήσουσιν ἐπὶ τὸ αὐτὸ καὶ ἐπὶ μιᾶς τραπέζης ϕάγονται καὶ ψευδολογήσουσι καὶ οὐκ εὐοδωϑήσονται· ἔτι γὰρ συντέλεια εἰς καιρόν.
Verse: 28    
καὶ ἐπιστρέψει εἰς τὴν χώραν αὐτοῦ ἐν χρήμασι πολλοῖς, καὶ καρδία αὐτοῦ ἐπὶ τὴν διαϑήκην τοῦ ἁγίου· ποιήσει καὶ ἐπιστρέψει ἐπὶ τὴν χώραν αὐτοῦ
Verse: 29    
εἰς καιρόν. καὶ εἰσελεύσεται εἰς Αἴγυπτον, καὶ οὐκ ἔσται ὡς πρώτη καὶ ἐσχάτη.
Verse: 30    
καὶ ἥξουσι ῾Ρωμαῖοι καὶ ἐξώσουσιν αὐτὸν καὶ ἐμβριμήσονται αὐτῷ· καὶ ἐπιστρέψει καὶ ὀργισϑήσεται ἐπὶ τὴν διαϑήκην τοῦ ἁγίου· καὶ ποιήσει καὶ ἐπιστρέψει καὶ διανοηϑήσεται ἐπ' αὐτούς, ἀνϑ' ὧν ἐγκατέλιπον τὴν διαϑήκην τοῦ ἁγίου.
Verse: 31    
καὶ βραχίονες παρ' αὐτοῦ στήσονται καὶ μιανοῦσι τὸ ἅγιον τοῦ ϕόβου καὶ ἀποστήσουσι τὴν ϑυσίαν καὶ δώσουσι βδέλυγμα ἐρημώσεως.
Verse: 32    
καὶ ἐν ἁμαρτίαις διαϑήκης μιανοῦσιν ἐν σκληρῷ λαῷ, καὶ δῆμος γινώσκων ταῦτα κατισχύσουσι καὶ ποιήσουσι.
Verse: 33    
καὶ ἐννοούμενοι τοῦ ἔϑνους συνήσουσιν εἰς πολλούς· καὶ προσκόψουσι ῥομϕαίᾳ καὶ παλαιωϑήσονται ἐν αὐτῇ καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν προνομῇ ἡμερῶν κηλιδωϑήσονται.
Verse: 34    
καὶ ὅταν συντρίβωνται, συνάξουσιν ἰσχὺν βραχεῖαν, καὶ ἐπισυναχϑήσονται ἐπ' αὐτοὺς πολλοὶ ἐπὶ πόλεως καὶ πολλοὶ ὡς ἐν κληροδοσίᾳ.
Verse: 35    
καὶ ἐκ τῶν συνιέντων διανοηϑήσονται εἰς τὸ καϑαρίσαι ἑαυτοὺς καὶ εἰς τὸ ἐκλεγῆναι καὶ εἰς τὸ καϑαρισϑῆναι ἕως καιροῦ συντελείας· ἔτι γὰρ καιρὸς εἰς ὥρας.
Verse: 36    
καὶ ποιήσει κατὰ τὸ ϑέλημα αὐτοῦ βασιλεὺς καὶ παροργισϑήσεται καὶ ὑψωϑήσεται ἐπὶ πάντα ϑεὸν καὶ ἐπὶ τὸν ϑεὸν τῶν ϑεῶν ἔξαλλα λαλήσει καὶ εὐοδωϑήσεται, ἕως ἂν συντελεσϑῇ ὀργή· εἰς αὐτὸν γὰρ συντέλεια γίνεται.
Verse: 37    
καὶ ἐπὶ τοὺς ϑεοὺς τῶν πατέρων αὐτοῦ οὐ μὴ προνοηϑῇ καὶ ἐν ἐπιϑυμίᾳ γυναικὸς οὐ μὴ προνοηϑῇ, ὅτι ἐν παντὶ ὑψωϑήσεται, καὶ ὑποταγήσεται αὐτῷ ἔϑνη ἰσχυρά·
Verse: 38    
ἐπὶ τὸν τόπον αὐτοῦ κινήσει καὶ ϑεόν, ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτοῦ, τιμήσει ἐν χρυσίῳ καὶ ἀργυρίῳ καὶ λίϑῳ πολυτελεῖ. καὶ ἐν ἐπιϑυμήμασι
Verse: 39    
ποιήσει πόλεων καὶ εἰς ὀχύρωμα ἰσχυρὸν ἥξει· μετὰ ϑεοῦ ἀλλοτρίου, οὗ ἐὰν ἐπιγνῷ, πληϑυνεῖ δόξαν καὶ κατακυριεύσει αὐτοῦ ἐπὶ πολὺ καὶ χώραν ἀπομεριεῖ εἰς δωρεάν.
Verse: 40    
καὶ καϑ' ὥραν συντελείας συγκερατισϑήσεται αὐτῷ βασιλεὺς Αἰγύπτου, καὶ ἐποργισϑήσεται αὐτῷ βασιλεὺς βορρᾶ ἐν ἅρμασι καὶ ἐν ἵπποις πολλοῖς καὶ ἐν πλοίοις πολλοῖς καὶ εἰσελεύσεται εἰς χώραν Αἰγύπτου
Verse: 41    
καὶ ἐπελεύσεται εἰς τὴν χώραν μου,
Verse: 42    
καὶ ἐν χώρᾳ Αἰγύπτου οὐκ ἔσται ἐν αὐτῇ διασῳζόμενος.
Verse: 43    
καὶ κρατήσει τοῦ τόπου τοῦ χρυσίου καὶ τοῦ τόπου τοῦ ἀργυρίου καὶ πάσης τῆς ἐπιϑυμίας Αἰγύπτου, καὶ Λίβυες καὶ Αἰϑίοπες ἔσονται ἐν τῷ ὄχλῳ αὐτοῦ.
Verse: 44    
καὶ ἀκοὴ ταράξει αὐτὸν ἀπὸ ἀνατολῶν καὶ βορρᾶ, καὶ ἐξελεύσεται ἐν ϑυμῷ ἰσχυρῷ καὶ ῥομϕαίᾳ ἀϕανίσαι καὶ ἀποκτεῖναι πολλούς.
Verse: 45    
καὶ στήσει αὐτοῦ τὴν σκηνὴν τότε ἀνὰ μέσον τῶν ϑαλασσῶν καὶ τοῦ ὄρους τῆς ϑελήσεως τοῦ ἁγίου· καὶ ἥξει ὥρα τῆς συντελείας αὐτοῦ, καὶ οὐκ ἔσται βοηϑῶν αὐτῷ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.