TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1169
Previous part

Chapter: 3 
Verse: 1    ῎Ετους ὀκτωκαιδεκάτου Ναβουχοδονοσορ βασιλεὺς διοικῶν πόλεις καὶ χώρας καὶ πάντας τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἀπὸ Ινδικῆς ἕως Αἰϑιοπίας ἐποίησεν εἰκόνα χρυσῆν, τὸ ὕψος αὐτῆς πηχῶν ἑξήκοντα καὶ τὸ πλάτος αὐτῆς πηχῶν ἕξ, καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ τοῦ περιβόλου χώρας Βαβυλωνίας.
Verse: 2    
καὶ Ναβουχοδονοσορ βασιλεὺς βασιλέων καὶ κυριεύων τῆς οἰκουμένης ὅλης ἀπέστειλεν ἐπισυναγαγεῖν πάντα τὰ ἔϑνη καὶ ϕυλὰς καὶ γλώσσας, σατράπας, στρατηγούς, τοπάρχας καὶ ὑπάτους, διοικητὰς καὶ τοὺς ἐπ' ἐξουσιῶν κατὰ χώραν καὶ πάντας τοὺς κατὰ τὴν οἰκουμένην ἐλϑεῖν εἰς τὸν ἐγκαινισμὸν τῆς εἰκόνος τῆς χρυσῆς, ἣν ἔστησε Ναβουχοδονοσορ βασιλεύς·
Verse: 3    
καὶ ἔστησαν οἱ προγεγραμμένοι κατέναντι τῆς εἰκόνος.
Verse: 4    
καὶ κῆρυξ ἐκήρυξε τοῖς ὄχλοις ῾Υμῖν παραγγέλλεται, ἔϑνη καὶ χῶραι, λαοὶ καὶ γλῶσσαι·
Verse: 5    
ὅταν ἀκούσητε τῆς ϕωνῆς τῆς σάλπιγγος, σύριγγος καὶ κιϑάρας, σαμβύκης καὶ ψαλτηρίου, συμϕωνίας καὶ παντὸς γένους μουσικῶν, πεσόντες προσκυνήσατε τῇ εἰκόνι τῇ χρυσῇ, ἣν ἔστησε Ναβουχοδονοσορ βασιλεύς·
Verse: 6    
καὶ πᾶς, ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ, ἐμβαλοῦσιν αὐτὸν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
Verse: 7    
καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτε ἤκουσαν πάντα τὰ ἔϑνη τῆς ϕωνῆς τῆς σάλπιγγος καὶ παντὸς ἤχου μουσικῶν, πίπτοντα πάντα τὰ ἔϑνη, ϕυλαὶ καὶ γλῶσσαι προσεκύνησαν τῇ εἰκόνι τῇ χρυσῇ, ἣν ἔστησε Ναβουχοδονοσορ, κατέναντι τούτου.
Verse: 8    
ἐν ἐκείνῳ τῷ καιρῷ προσελϑόντες ἄνδρες Χαλδαῖοι διέβαλον τοὺς Ιουδαίους
Verse: 9    
καὶ ὑπολαβόντες εἶπον Κύριε βασιλεῦ, εἰς τὸν αἰῶνα ζῆϑι·
Verse: 10    
σύ, βασιλεῦ, προσέταξας καὶ ἔκρινας, ἵνα πᾶς ἄνϑρωπος, ὃς ἂν ἀκούσῃ τῆς ϕωνῆς τῆς σάλπιγγος καὶ παντὸς ἤχου μουσικῶν, πεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ,
Verse: 11    
καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ, ἐμβληϑήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην·
Verse: 12    
εἰσὶ δέ τινες ἄνδρες Ιουδαῖοι, οὓς κατέστησας ἐπὶ τῆς χώρας τῆς Βαβυλωνίας, Σεδραχ, Μισαχ, Αβδεναγω, οἱ ἄνϑρωποι ἐκεῖνοι οὐκ ἐϕοβήϑησάν σου τὴν ἐντολὴν καὶ τῷ εἰδώλῳ σου οὐκ ἐλάτρευσαν καὶ τῇ εἰκόνι σου τῇ χρυσῇ, ἔστησας, οὐ προσεκύνησαν.
Verse: 13    
τότε Ναβουχοδονοσορ ϑυμωϑεὶς ὀργῇ προσέταξεν ἀγαγεῖν τὸν Σεδραχ, Μισαχ, Αβδεναγω· τότε οἱ ἄνϑρωποι ἤχϑησαν πρὸς τὸν βασιλέα.
Verse: 14    
οὓς καὶ συνιδὼν Ναβουχοδονοσορ βασιλεὺς εἶπεν αὐτοῖς Διὰ τί, Σεδραχ, Μισαχ, Αβδεναγω, τοῖς ϑεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ἣν ἔστησα, οὐ προσκυνεῖτε;
Verse: 15    
καὶ νῦν εἰ μὲν ἔχετε ἑτοίμως ἅμα τῷ ἀκοῦσαι τῆς σάλπιγγος καὶ παντὸς ἤχου μουσικῶν πεσόντες προσκυνῆσαι τῇ εἰκόνι τῇ χρυσῇ, ἔστησα· εἰ δὲ μή γε, γινώσκετε ὅτι μὴ προσκυνησάντων ὑμῶν αὐϑωρὶ ἐμβληϑήσεσϑε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην· καὶ ποῖος ϑεὸς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου;
Verse: 16    
ἀποκριϑέντες δὲ Σεδραχ, Μισαχ, Αβδεναγω εἶπαν τῷ βασιλεῖ Ναβουχοδονοσορ Βασιλεῦ, οὐ χρείαν ἔχομεν ἡμεῖς ἐπὶ τῇ ἐπιταγῇ ταύτῃ ἀποκριϑῆναί σοι·
Verse: 17    
ἔστι γὰρ ϑεὸς ἐν οὐρανοῖς εἷς κύριος ἡμῶν, ὃν ϕοβούμεϑα, ὅς ἐστι δυνατὸς ἐξελέσϑαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρός, καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ἐξελεῖται ἡμᾶς·
Verse: 18    
καὶ τότε ϕανερόν σοι ἔσται, ὅτι οὔτε τῷ εἰδώλῳ σου λατρεύομεν οὔτε τῇ εἰκόνι σου τῇ χρυσῇ, ἣν ἔστησας, προσκυνοῦμεν.
Verse: 19    
τότε Ναβουχοδονοσορ ἐπλήσϑη ϑυμοῦ, καὶ μορϕὴ τοῦ προσώπου αὐτοῦ ἠλλοιώϑη, καὶ ἐπέταξε καῆναι τὴν κάμινον ἑπταπλασίως παρ' ἔδει αὐτὴν καῆναι·
Verse: 20    
καὶ ἄνδρας ἰσχυροτάτους τῶν ἐν τῇ δυνάμει ἐπέταξε συμποδίσαντας τὸν Σεδραχ, Μισαχ, Αβδεναγω ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
Verse: 21    
τότε οἱ ἄνδρες ἐκεῖνοι συνεποδίσϑησαν ἔχοντες τὰ ὑποδήματα αὐτῶν καὶ τὰς τιάρας αὐτῶν ἐπὶ τῶν κεϕαλῶν αὐτῶν σὺν τῷ ἱματισμῷ αὐτῶν καὶ ἐβλήϑησαν εἰς τὴν κάμινον.
Verse: 22    
ἐπειδὴ τὸ πρόσταγμα τοῦ βασιλέως ἤπειγεν καὶ κάμινος ἐξεκαύϑη ὑπὲρ τὸ πρότερον ἑπταπλασίως, καὶ οἱ ἄνδρες οἱ προχειρισϑέντες συμποδίσαντες αὐτοὺς καὶ προσαγαγόντες τῇ καμίνῳ ἐνεβάλοσαν εἰς αὐτήν.
Verse: 23    
τοὺς μὲν οὖν ἄνδρας τοὺς συμποδίσαντας τοὺς περὶ τὸν Αζαριαν ἐξελϑοῦσα ϕλὸξ ἐκ τῆς καμίνου ἐνεπύρισε καὶ ἀπέκτεινεν, αὐτοὶ δὲ συνετηρήϑησαν.
Verse: 24    
Οὕτως οὖν προσηύξατο Ανανιας καὶ Αζαριας καὶ Μισαηλ καὶ ὕμνησαν τῷ κυρίῳ, ὅτε αὐτοὺς βασιλεὺς προσέταξεν ἐμβληϑῆναι εἰς τὴν κάμινον.
Verse: 25    
στὰς δὲ Αζαριας προσηύξατο οὕτως καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐξωμολογεῖτο τῷ κυρίῳ ἅμα τοῖς συνεταίροις αὐτοῦ ἐν μέσῳ τῷ πυρὶ ὑποκαιομένης τῆς καμίνου ὑπὸ τῶν Χαλδαίων σϕόδρα καὶ εἶπαν
Verse: 26    
Εὐλογητὸς εἶ, κύριε ϑεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας,
Verse: 27    
ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν, καὶ πάντα τὰ ἔργα σου ἀληϑινά, καὶ αἱ ὁδοί σου εὐϑεῖαι, καὶ πᾶσαι αἱ κρίσεις σου ἀληϑιναί,
Verse: 28    
καὶ κρίματα ἀληϑείας ἐποίησας κατὰ πάντα, ἐπήγαγες ἡμῖν καὶ ἐπὶ τὴν πόλιν σου τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν // Ιερουσαλημ, διότι ἐν ἀληϑείᾳ καὶ κρίσει ἐποίησας πάντα ταῦτα διὰ τὰς // ἁμαρτίας ἡμῶν.
Verse: 29    
ὅτι ἡμάρτομεν ἐν πᾶσι καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ καὶ ἐξημάρτομεν ἐν πᾶσι καὶ τῶν ἐντολῶν τοῦ νόμου σου // οὐχ ὑπηκούσαμεν
Verse: 30    
οὐδὲ συνετηρήσαμεν οὐδὲ ἐποιήσαμεν καϑὼς ἐνετείλω ἡμῖν, ἵνα εὖ ἡμῖν γένηται.
Verse: 31    
καὶ νῦν πάντα, ὅσα ἡμῖν ἐπήγαγες, καὶ πάντα, ὅσα ἐποίησας // ἡμῖν, ἐν ἀληϑινῇ κρίσει ἐποίησας
Verse: 32    
καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχϑρῶν ἡμῶν ἀνόμων καὶ // ἐχϑίστων ἀποστατῶν καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν.
Verse: 33    
καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα, αἰσχύνη καὶ ὄνειδος ἐγενήϑη τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις // σε.
Verse: 34    
μὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου καὶ μὴ διασκεδάσῃς σου τὴν διαϑήκην
Verse: 35    
καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀϕ' ἡμῶν διὰ Αβρααμ τὸν ἠγαπημένον ὑπὸ σοῦ καὶ διὰ Ισαακ τὸν δοῦλόν σου καὶ Ισραηλ τὸν ἅγιόν σου,
Verse: 36    
ὡς ἐλάλησας πρὸς αὐτοὺς λέγων πληϑῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς ϑαλάσσης.
Verse: 37    
ὅτι, δέσποτα, ἐσμικρύνϑημεν παρὰ πάντα τὰ ἔϑνη καί ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον διὰ τὰς ἁμαρτίας // ἡμῶν,
Verse: 38    
καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προϕήτης οὐδὲ // ἡγούμενος οὐδὲ ὁλοκαύτωσις οὐδὲ ϑυσία οὐδὲ προσϕορὰ οὐδὲ ϑυμίαμα οὐδὲ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος·
Verse: 39    
ἀλλ' ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι τεταπεινωμένῳ // προσδεχϑείημεν ὡς ἐν ὁλοκαυτώμασι κριῶν καὶ ταύρων καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων·
Verse: 40    
οὕτω γενέσϑω ἡμῶν ϑυσία ἐνώπιόν σου σήμερον καὶ ἐξιλάσαι ὄπισϑέν σου, ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιϑόσιν ἐπὶ σοί, καὶ τελειώσαι ὄπισϑέν σου.
Verse: 41    
καὶ νῦν ἐξακολουϑοῦμεν ἐν ὅλῃ καρδίᾳ καὶ ϕοβούμεϑά σε καὶ ζητοῦμεν τὸ πρόσωπόν σου, μὴ καταισχύνῃς ἡμᾶς,
Verse: 42    
ἀλλὰ ποίησον μεϑ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου καὶ κατὰ τὸ πλῆϑος τοῦ ἐλέους σου
Verse: 43    
καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ ϑαυμάσιά σου καὶ δὸς δόξαν τῷ ὀνόματί σου, κύριε.
Verse: 44    
καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου // κακὰ καὶ καταισχυνϑείησαν ἀπὸ πάσης δυναστείας, καὶ ἰσχὺς αὐτῶν συντριβείη·
Verse: 45    
γνώτωσαν ὅτι σὺ εἶ μόνος κύριος ϑεὸς καὶ ἔνδοξος ἐϕ' ὅλην τὴν οἰκουμένην.
Verse: 46    
Καὶ οὐ διέλιπον οἱ ἐμβάλλοντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέως καίοντες τὴν κάμινον. καὶ ἡνίκα ἐνεβάλοσαν τοὺς τρεῖς εἰς ἅπαξ εἰς τὴν κάμινον, καὶ κάμινος ἦν διάπυρος κατὰ τὴν ϑερμασίαν αὐτῆς ἑπταπλασίως, καὶ ὅτε αὐτοὺς ἐνεβάλοσαν, οἱ μὲν ἐμβάλλοντες αὐτοὺς ἦσαν ὑπεράνω αὐτῶν, οἱ δὲ ὑπέκαιον ὑποκάτωϑεν αὐτῶν νάϕϑαν καὶ στιππύον καὶ πίσσαν καὶ κληματίδα.
Verse: 47    
καὶ διεχεῖτο ϕλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσαράκοντα ἐννέα
Verse: 48    
καὶ διεξώδευσε καὶ ἐνεπύρισεν οὓς εὗρε περὶ τὴν κάμινον τῶν Χαλδαίων.
Verse: 49    
ἄγγελος δὲ κυρίου συγκατέβη ἅμα τοῖς περὶ τὸν Αζαριαν εἰς τὴν κάμινον καὶ ἐξετίναξε τὴν ϕλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου
Verse: 50    
καὶ ἐποίησε τὸ μέσον τῆς καμίνου ὡσεὶ πνεῦμα δρόσου διασυρίζον, καὶ οὐχ ἥψατο αὐτῶν καϑόλου τὸ πῦρ καὶ οὐκ ἐλύπησε καὶ οὐ παρηνώχλησεν αὐτούς.
Verse: 51    
᾽Αναλαβόντες δὲ οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος ὕμνουν καὶ ἐδόξαζον καὶ εὐλόγουν καὶ ἐξύψουν τὸν ϑεὸν ἐν τῇ καμίνῳ λέγοντες
Verse: 52    
Εὐλογητὸς εἶ, κύριε ϑεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας, καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον καὶ ὑπεραινετὸν καὶ ὑπερυψωμένον εἰς πάντας τοὺς // αἰῶνας.
Verse: 53    
εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας.
Verse: 54    
εὐλογητὸς εἶ ἐπὶ ϑρόνου τῆς βασιλείας σου καὶ ὑμνητὸς καὶ ὑπερυψωμένος εἰς τοὺς αἰῶνας.
Verse: 55    
εὐλογητὸς εἶ, βλέπων ἀβύσσους καϑήμενος ἐπὶ χερουβιμ, καὶ αἰνετὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας.
Verse: 56    
εὐλογητὸς εἶ ἐν τῷ στερεώματι καὶ ὑμνητὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας.
Verse: 57    
εὐλογεῖτε, πάντα τὰ ἔργα τοῦ κυρίου, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 58    
εὐλογεῖτε, ἄγγελοι κυρίου, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 59    
εὐλογεῖτε, οὐρανοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 60    
εὐλογεῖτε, ὕδατα πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 61    
εὐλογεῖτε, πᾶσαι αἱ δυνάμεις κυρίου, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 62    
εὐλογεῖτε, ἥλιος καὶ σελήνη, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 63    
εὐλογεῖτε, ἄστρα τοῦ οὐρανοῦ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 64    
εὐλογεῖτε, πᾶς ὄμβρος καὶ δρόσος, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 65    
εὐλογεῖτε, πάντα τὰ πνεύματα, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 66    
εὐλογεῖτε, πῦρ καὶ καῦμα, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 67    
εὐλογεῖτε, ῥῖγος καὶ ψῦχος, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 68    
εὐλογεῖτε, δρόσοι καὶ νιϕετοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 69    
εὐλογεῖτε, πάγοι καὶ ψῦχος, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 70    
εὐλογεῖτε, πάχναι καὶ χιόνες, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 71    
εὐλογεῖτε, νύκτες καὶ ἡμέραι, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 72    
εὐλογεῖτε, ϕῶς καὶ σκότος, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 73    
εὐλογεῖτε, ἀστραπαὶ καὶ νεϕέλαι, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 74    
εὐλογείτω γῆ τὸν κύριον· ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 75    
εὐλογεῖτε, ὄρη καὶ βουνοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 76    
εὐλογεῖτε, πάντα τὰ ϕυόμενα ἐπὶ τῆς γῆς, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 77    
εὐλογεῖτε, αἱ πηγαί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 78    
εὐλογεῖτε, ϑάλασσαι καὶ ποταμοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 79    
εὐλογεῖτε, κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, // τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 80    
εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 81    
εὐλογεῖτε, τετράποδα καὶ ϑηρία τῆς γῆς, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 82    
εὐλογεῖτε, οἱ υἱοὶ τῶν ἀνϑρώπων, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 83    
εὐλογεῖτε, Ισραηλ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 84    
εὐλογεῖτε, ἱερεῖς, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 85    
εὐλογεῖτε, δοῦλοι, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 86    
εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 87    
εὐλογεῖτε, ὅσιοι καὶ ταπεινοὶ καρδίᾳ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 88    
εὐλογεῖτε, Ανανια, Αζαρια, Μισαηλ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας, ὅτι ἐξείλετο ἡμᾶς ἐξ ᾅδου καὶ ἔσωσεν ἡμᾶς ἐκ χειρὸς ϑανάτου καὶ ἐρρύσατο ἡμᾶς ἐκ μέσου καιομένης ϕλογὸς καὶ ἐκ τοῦ πυρὸς ἐλυτρώσατο ἡμᾶς.
Verse: 89    
ἐξομολογεῖσϑε τῷ κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Verse: 90    
εὐλογεῖτε, πάντες οἱ σεβόμενοι τὸν ϑεὸν τῶν ϑεῶν· ὑμνεῖτε καὶ ἐξομολογεῖσϑε, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ καὶ εἰς τὸν αἰῶνα τῶν αἰώνων.
Verse: 91    
Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα ὑμνούντων αὐτῶν καὶ ἑστὼς ἐϑεώρει αὐτοὺς ζῶντας, τότε Ναβουχοδονοσορ βασιλεὺς ἐϑαύμασε καὶ ἀνέστη σπεύσας καὶ εἶπεν τοῖς ϕίλοις αὐτοῦ
Verse: 92    
᾽Ιδοὺ ἐγὼ ὁρῶ ἄνδρας τέσσαρας λελυμένους περιπατοῦντας ἐν τῷ πυρί, καὶ ϕϑορὰ οὐδεμία ἐγενήϑη ἐν αὐτοῖς, καὶ ὅρασις τοῦ τετάρτου ὁμοίωμα ἀγγέλου ϑεοῦ.
Verse: 93    
καὶ προσελϑὼν βασιλεὺς πρὸς τὴν ϑύραν τῆς καμίνου [τῆς] καιομένης τῷ πυρὶ ἐκάλεσεν αὐτοὺς ἐξ ὀνόματος Σεδραχ, Μισαχ, Αβδεναγω οἱ παῖδες τοῦ ϑεοῦ τῶν ϑεῶν τοῦ ὑψίστου, ἐξέλϑετε ἐκ τοῦ πυρός. οὕτως οὖν ἐξῆλϑον οἱ ἄνδρες ἐκ μέσου τοῦ πυρός.
Verse: 94    
καὶ συνήχϑησαν οἱ ὕπατοι, τοπάρχαι καὶ ἀρχιπατριῶται καὶ οἱ ϕίλοι τοῦ βασιλέως καὶ ἐϑεώρουν τοὺς ἀνϑρώπους ἐκείνους, ὅτι οὐχ ἥψατο τὸ πῦρ τοῦ σώματος αὐτῶν, καὶ αἱ τρίχες αὐτῶν οὐ κατεκάησαν καὶ τὰ σαράβαρα αὐτῶν οὐκ ἠλλοιώϑησαν, οὐδὲ ὀσμὴ τοῦ πυρὸς ἦν ἐν αὐτοῖς.
Verse: 95    
ὑπολαβὼν δὲ Ναβουχοδονοσορ βασιλεὺς εἶπεν Εὐλογητὸς κύριος ϑεὸς τοῦ Σεδραχ, Μισαχ, Αβδεναγω, ὃς ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ καὶ ἔσωσε τοὺς παῖδας αὐτοῦ τοὺς ἐλπίσαντας ἐπ' αὐτόν, τὴν γὰρ προσταγὴν τοῦ βασιλέως ἠϑέτησαν καὶ παρέδωκαν τὰ σώματα αὐτῶν εἰς ἐμπυρισμόν, ἵνα μὴ λατρεύσωσι μηδὲ προσκυνήσωσι ϑεῷ ἑτέρῳ ἀλλ' τῷ ϑεῷ αὐτῶν·
Verse: 96    
καὶ νῦν ἐγὼ κρίνω ἵνα πᾶν ἔϑνος καὶ πᾶσαι ϕυλαὶ καὶ πᾶσαι γλῶσσαι, ὃς ἂν βλασϕημήσῃ εἰς τὸν κύριον τὸν ϑεὸν Σεδραχ, Μισαχ, Αβδεναγω, διαμελισϑήσεται καὶ οἰκία αὐτοῦ δημευϑήσεται, διότι οὐκ ἔστιν ϑεὸς ἕτερος ὃς δυνήσεται ἐξελέσϑαι οὕτως.
Verse: 97    
οὕτως οὖν βασιλεὺς τῷ Σεδραχ, Μισαχ, Αβδεναγω ἐξουσίαν δοὺς ἐϕ' ὅλης τῆς χώρας κατέστησεν αὐτοὺς ἄρχοντας.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.