TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1170
Previous part

Chapter: 4 
Verse: 4    ῎Ετους ὀκτωκαιδεκάτου τῆς βασιλείας Ναβουχοδονοσορ εἶπεν Εἰρηνεύων ἤμην ἐν τῷ οἴκῳ μου καὶ εὐϑηνῶν ἐπὶ τοῦ ϑρόνου μου.
Verse: 5    
ἐνύπνιον εἶδον καὶ εὐλαβήϑην, καὶ ϕόβος μοι ἐπέπεσεν.
Verse: 10    
ἐκάϑευδον καὶ ἰδοὺ δένδρον ὑψηλὸν ϕυόμενον ἐπὶ τῆς γῆς· ὅρασις αὐτοῦ μεγάλη, καὶ οὐκ ἦν ἄλλο ὅμοιον αὐτῷ.
Verse: 12    
οἱ κλάδοι αὐτοῦ τῷ μήκει ὡς σταδίων τριάκοντα, καὶ ὑποκάτω αὐτοῦ ἐσκίαζον πάντα τὰ ϑηρία τῆς γῆς, καὶ ἐν αὐτῷ τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐνόσσευον· καρπὸς αὐτοῦ πολὺς καὶ ἀγαϑὸς καὶ ἐχορήγει πᾶσι τοῖς ζῴοις.
Verse: 11    
καὶ ὅρασις αὐτοῦ μεγάλη· κορυϕὴ αὐτοῦ ἤγγιζεν ἕως τοῦ οὐρανοῦ καὶ τὸ κύτος αὐτοῦ ἕως τῶν νεϕελῶν πληροῦν τὰ ὑποκάτω τοῦ οὐρανοῦ, ἥλιος καὶ σελήνη ἐν αὐτῷ ᾤκουν καὶ ἐϕώτιζον πᾶσαν τὴν γῆν.
Verse: 13    
ἐϑεώρουν ἐν τῷ ὕπνῳ μου, καὶ ἰδοὺ ἄγγελος ἀπεστάλη ἐν ἰσχύι ἐκ τοῦ οὐρανοῦ
Verse: 14    
καὶ ἐϕώνησε καὶ εἶπεν αὐτῷ ᾽Εκκόψατε αὐτὸ καὶ καταϕϑείρατε αὐτό· προστέτακται γὰρ ἀπὸ τοῦ ὑψίστου ἐκριζῶσαι καὶ ἀχρειῶσαι αὐτό.
Verse: 15    
καὶ οὕτως εἶπε ῾Ρίζαν μίαν ἄϕετε αὐτοῦ ἐν τῇ γῇ, ὅπως μετὰ τῶν ϑηρίων τῆς γῆς ἐν τοῖς ὄρεσι χόρτον ὡς βοῦς νέμηται·
Verse: 16    
καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἀλλοιωϑῇ, καὶ ἑπτὰ ἔτη βοσκηϑῇ σὺν αὐτοῖς,
Verse: 17    
ἕως ἂν γνῷ τὸν κύριον τοῦ οὐρανοῦ ἐξουσίαν ἔχειν πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ τῶν ἐπὶ τῆς γῆς, καὶ ὅσα ἂν ϑέλῃ, ποιεῖ ἐν αὐτοῖς.
Verse: 17a    
ἐνώπιόν μου ἐξεκόπη ἐν ἡμέρᾳ μιᾷ, καὶ καταϕϑορὰ αὐτοῦ ἐν ὥρᾳ μιᾷ τῆς ἡμέρας, καὶ οἱ κλάδοι αὐτοῦ ἐδόϑησαν εἰς πάντα ἄνεμον, καὶ εἱλκύσϑη καὶ ἐρρίϕη· καὶ τὸν χόρτον τῆς γῆς μετὰ τῶν ϑηρίων τῆς γῆς ἤσϑιε καὶ εἰς ϕυλακὴν παρεδόϑη καὶ ἐν πέδαις καὶ ἐν χειροπέδαις χαλκαῖς ἐδέϑη ὑπ' αὐτῶν. σϕόδρα ἐϑαύμασα ἐπὶ πᾶσι τούτοις, καὶ ὕπνος μου ἀπέστη ἀπὸ τῶν ὀϕϑαλμῶν μου.
Verse: 18    
καὶ ἀναστὰς τὸ πρωὶ ἐκ τῆς κοίτης μου ἐκάλεσα τὸν Δανιηλ τὸν ἄρχοντα τῶν σοϕιστῶν καὶ τὸν ἡγούμενον τῶν κρινόντων τὰ ἐνύπνια καὶ διηγησάμην αὐτῷ τὸ ἐνύπνιον, καὶ ὑπέδειξέ μοι πᾶσαν τὴν σύγκρισιν αὐτοῦ.
Verse: 19    
μεγάλως δὲ ἐϑαύμασεν Δανιηλ, καὶ ὑπόνοια κατέσπευδεν αὐτόν, καὶ ϕοβηϑεὶς τρόμου λαβόντος αὐτὸν καὶ ἀλλοιωϑείσης τῆς ὁράσεως αὐτοῦ κινήσας τὴν κεϕαλὴν ὥραν μίαν ἀποϑαυμάσας ἀπεκρίϑη μοι ϕωνῇ πραείᾳ Βασιλεῦ, τὸ ἐνύπνιον τοῦτο τοῖς μισοῦσί σε καὶ σύγκρισις αὐτοῦ τοῖς ἐχϑροῖς σου ἐπέλϑοι.
Verse: 20    
τὸ δένδρον τὸ ἐν τῇ γῇ πεϕυτευμένον, οὗ ὅρασις μεγάλη, σὺ εἶ, βασιλεῦ.
Verse: 21    
καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ τὰ νοσσεύοντα ἐν αὐτῷ· ἰσχὺς τῆς γῆς καὶ τῶν ἐϑνῶν καὶ τῶν γλωσσῶν πασῶν ἕως τῶν περάτων τῆς γῆς καὶ πᾶσαι αἱ χῶραι σοὶ δουλεύουσι.
Verse: 22    
τὸ δὲ ἀνυψωϑῆναι τὸ δένδρον ἐκεῖνο καὶ ἐγγίσαι τῷ οὐρανῷ καὶ τὸ κύτος αὐτοῦ ἅψασϑαι τῶν νεϕελῶν· σύ, βασιλεῦ, ὑψώϑης ὑπὲρ πάντας τοὺς ἀνϑρώπους τοὺς ὄντας ἐπὶ προσώπου πάσης τῆς γῆς, ὑψώϑη σου καρδία ὑπερηϕανίᾳ καὶ ἰσχύι τὰ πρὸς τὸν ἅγιον καὶ τοὺς ἀγγέλους αὐτοῦ· τὰ ἔργα σου ὤϕϑη, καϑότι ἐξερήμωσας τὸν οἶκον τοῦ ϑεοῦ τοῦ ζῶντος ἐπὶ ταῖς ἁμαρτίαις τοῦ λαοῦ τοῦ ἡγιασμένου.
Verse: 23    
καὶ ὅρασις, ἣν εἶδες, ὅτι ἄγγελος ἐν ἰσχύι ἀπεστάλη παρὰ τοῦ κυρίου καὶ ὅτι εἶπεν ἐξᾶραι τὸ δένδρον καὶ ἐκκόψαι· κρίσις τοῦ ϑεοῦ τοῦ μεγάλου ἥξει ἐπὶ σέ,
Verse: 24    
καὶ ὕψιστος καὶ οἱ ἄγγελοι αὐτοῦ ἐπὶ σὲ κατατρέχουσιν·
Verse: 25    
εἰς ϕυλακὴν ἀπάξουσί σε καὶ εἰς τόπον ἔρημον ἀποστελοῦσί σε.
Verse: 26    
καὶ ῥίζα τοῦ δένδρου ἀϕεϑεῖσα, ἐπεὶ οὐκ ἐξερριζώϑη· τόπος τοῦ ϑρόνου σού σοι συντηρηϑήσεται εἰς καιρὸν καὶ ὥραν. ἰδοὺ ἐπὶ σὲ ἑτοιμάζονται καὶ μαστιγώσουσί σε καὶ ἐπάξουσι τὰ κεκριμένα ἐπὶ σέ.
Verse: 27    
κύριος ζῇ ἐν οὐρανῷ, καὶ ἐξουσία αὐτοῦ ἐπὶ πάσῃ τῇ γῇ· αὐτοῦ δεήϑητι περὶ τῶν ἁμαρτιῶν σου καὶ πάσας τὰς ἀδικίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, ἵνα ἐπιείκεια δοϑῇ σοι καὶ πολυήμερος γένῃ ἐπὶ τοῦ ϑρόνου τῆς βασιλείας σου, καὶ μὴ καταϕϑείρῃ σε. τούτους τοὺς λόγους ἀγάπησον· ἀκριβὴς γάρ μου λόγος, καὶ πλήρης χρόνος σου.
Verse: 28    
καὶ ἐπὶ συντελείᾳ τῶν λόγων Ναβουχοδονοσορ, ὡς ἤκουσε τὴν κρίσιν τοῦ ὁράματος, τοὺς λόγους ἐν τῇ καρδίᾳ συνετήρησε.
Verse: 29    
καὶ μετὰ μῆνας δώδεκα βασιλεὺς ἐπὶ τῶν τειχῶν τῆς πόλεως μετὰ πάσης τῆς δόξης αὐτοῦ περιεπάτει καὶ ἐπὶ τῶν πύργων αὐτῆς διεπορεύετο
Verse: 30    
καὶ ἀποκριϑεὶς εἶπεν Αὕτη ἐστὶ Βαβυλὼν μεγάλη, ἣν ἐγὼ ᾠκοδόμησα, καὶ οἶκος βασιλείας μου ἐν ἰσχύι κράτους μου κληϑήσεται εἰς τιμὴν τῆς δόξης μου.
Verse: 31    
καὶ ἐπὶ συντελείας τοῦ λόγου αὐτοῦ ϕωνὴν ἐκ τοῦ οὐρανοῦ ἤκουσε Σοὶ λέγεται, Ναβουχοδονοσορ βασιλεῦ, βασιλεία Βαβυλῶνος ἀϕῄρηταί σου καὶ ἑτέρῳ δίδοται, ἐξουϑενημένῳ ἀνϑρώπῳ ἐν τῷ οἴκῳ σου· ἰδοὺ ἐγὼ καϑίστημι αὐτὸν ἐπὶ τῆς βασιλείας σου, καὶ τὴν ἐξουσίαν σου καὶ τὴν δόξαν σου καὶ τὴν τρυϕήν σου παραλήψεται, ὅπως ἐπιγνῷς ὅτι ἐξουσίαν ἔχει ϑεὸς τοῦ οὐρανοῦ ἐν τῇ βασιλείᾳ τῶν ἀνϑρώπων, καὶ ἐὰν βούληται δώσει αὐτήν· ἕως δὲ ἡλίου ἀνατολῆς βασιλεὺς ἕτερος εὐϕρανϑήσεται ἐν τῷ οἴκῳ σου καὶ κρατήσει τῆς δόξης σου καὶ τῆς ἰσχύος σου καὶ τῆς ἐξουσίας σου.
Verse: 32    
καὶ οἱ ἄγγελοι διώξονταί σε ἐπὶ ἔτη ἑπτά, καὶ οὐ μὴ ὀϕϑῇς οὐδ' οὐ μὴ λαλήσῃς μετὰ παντὸς ἀνϑρώπου· χόρτον ὡς βοῦν σε ψωμίσουσι, καὶ ἀπὸ τῆς χλόης τῆς γῆς ἔσται νομή σου· ἰδοὺ ἀντὶ τῆς δόξης σου δήσουσί σε, καὶ τὸν οἶκον τῆς τρυϕῆς σου καὶ τὴν βασιλείαν σου ἕτερος ἕξει.
Verse: 33    
ἕως δὲ πρωὶ πάντα τελεσϑήσεται ἐπὶ σέ, Ναβουχοδονοσορ βασιλεῦ Βαβυλῶνος, καὶ οὐχ ὑστερήσει ἀπὸ πάντων τούτων οὐϑέν.
Verse: 33a    
ἐγὼ Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος ἑπτὰ ἔτη ἐπεδήϑην· χόρτον ὡς βοῦν ἐψώμισάν με, καὶ ἀπὸ τῆς χλόης τῆς γῆς ἤσϑιον. καὶ μετὰ ἔτη ἑπτὰ ἔδωκα τὴν ψυχήν μου εἰς δέησιν καὶ ἠξίωσα περὶ τῶν ἁμαρτιῶν μου κατὰ πρόσωπον κυρίου τοῦ ϑεοῦ τοῦ οὐρανοῦ καὶ περὶ τῶν ἀγνοιῶν μου τοῦ ϑεοῦ τῶν ϑεῶν τοῦ μεγάλου ἐδεήϑην.
Verse: 33b    
καὶ αἱ τρίχες μου ἐγένοντο ὡς πτέρυγες ἀετοῦ, οἱ ὄνυχές μου ὡσεὶ λέοντος· ἠλλοιώϑη σάρξ μου καὶ καρδία μου, γυμνὸς περιεπάτουν μετὰ τῶν ϑηρίων τῆς γῆς. ἐνύπνιον εἶδον, καὶ ὑπόνοιαί με εἰλήϕασι, καὶ διὰ χρόνου ὕπνος με ἔλαβε πολὺς καὶ νυσταγμὸς ἐπέπεσέ μοι.
Verse: 34    
καὶ ἐπὶ συντελείᾳ τῶν ἑπτὰ ἐτῶν χρόνος μου τῆς ἀπολυτρώσεως ἦλϑε, καὶ αἱ ἁμαρτίαι μου καὶ αἱ ἄγνοιαί μου ἐπληρώϑησαν ἐναντίον τοῦ ϑεοῦ τοῦ οὐρανοῦ· καὶ ἐδεήϑην περὶ τῶν ἀγνοιῶν μου τοῦ ϑεοῦ τῶν ϑεῶν τοῦ μεγάλου, καὶ ἰδοὺ ἄγγελος εἷς ἐκάλεσέ με ἐκ τοῦ οὐρανοῦ λέγων Ναβουχοδονοσορ, δούλευσον τῷ ϑεῷ τοῦ οὐρανοῦ τῷ ἁγίῳ καὶ δὸς δόξαν τῷ ὑψίστῳ· τὸ βασίλειον τοῦ ἔϑνους σού σοι ἀποδίδοται.
Verse: 36    
ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκατεστάϑη βασιλεία μου ἐμοί, καὶ δόξα μου ἀπεδόϑη μοι.
Verse: 37    
τῷ ὑψίστῳ ἀνϑομολογοῦμαι καὶ αἰνῶ τῷ κτίσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰς ϑαλάσσας καὶ τοὺς ποταμοὺς καὶ πάντα τὰ ἐν αὐτοῖς· ἐξομολογοῦμαι καὶ αἰνῶ, ὅτι αὐτός ἐστι ϑεὸς τῶν ϑεῶν καὶ κύριος τῶν κυρίων καὶ βασιλεὺς τῶν βασιλέων, ὅτι αὐτὸς ποιεῖ σημεῖα καὶ τέρατα καὶ ἀλλοιοῖ καιροὺς καὶ χρόνους ἀϕαιρῶν βασιλείαν βασιλέων καὶ καϑιστῶν ἑτέρους ἀντ' αὐτῶν.
Verse: 37a    
ἀπὸ τοῦ νῦν αὐτῷ λατρεύσω, καὶ ἀπὸ τοῦ ϕόβου αὐτοῦ τρόμος εἴληϕέ με, καὶ πάντας τοὺς ἁγίους αὐτοῦ αἰνῶ· οἱ γὰρ ϑεοὶ τῶν ἐϑνῶν οὐκ ἔχουσιν ἐν ἑαυτοῖς ἰσχὺν ἀποστρέψαι βασιλείαν βασιλέως εἰς ἕτερον βασιλέα καὶ ἀποκτεῖναι καὶ ζῆν ποιῆσαι καὶ ποιῆσαι σημεῖα καὶ ϑαυμάσια μεγάλα καὶ ϕοβερὰ καὶ ἀλλοιῶσαι ὑπερμεγέϑη πράγματα, καϑὼς ἐποίησεν ἐν ἐμοὶ ϑεὸς τοῦ οὐρανοῦ καὶ ἠλλοίωσεν ἐπ' ἐμοὶ μεγάλα πράγματα. ἐγὼ πάσας τὰς ἡμέρας τῆς βασιλείας μου περὶ τῆς ψυχῆς μου τῷ ὑψίστῳ ϑυσίας προσοίσω εἰς ὀσμὴν εὐωδίας τῷ κυρίῳ καὶ τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσω, ἐγὼ καὶ λαός μου, τὸ ἔϑνος μου καὶ αἱ χῶραί μου αἱ ἐν τῇ ἐξουσίᾳ μου. καὶ ὅσοι ἐλάλησαν εἰς τὸν ϑεὸν τοῦ οὐρανοῦ, καὶ ὅσοι ἂν καταληϕϑῶσι λαλοῦντές τι, τούτους κατακρινῶ ϑανάτῳ.
Verse: 37b    
ἔγραψε δὲ βασιλεὺς Ναβουχοδονοσορ ἐπιστολὴν ἐγκύκλιον πᾶσι τοῖς κατὰ τόπον ἔϑνεσι καὶ χώραις καὶ γλώσσαις πάσαις ταῖς οἰκούσαις ἐν πάσαις ταῖς χώραις ἐν γενεαῖς καὶ γενεαῖς Κυρίῳ τῷ ϑεῷ τοῦ οὐρανοῦ αἰνεῖτε καὶ ϑυσίαν καὶ προσϕορὰν προσϕέρετε αὐτῷ ἐνδόξως· ἐγὼ βασιλεὺς βασιλέων ἀνϑομολογοῦμαι αὐτῷ ἐνδόξως, ὅτι οὕτως ἐποίησε μετ' ἐμοῦ· ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐκάϑισέ με ἐπὶ τοῦ ϑρόνου μου, καὶ τῆς ἐξουσίας μου καὶ τῆς βασιλείας μου ἐν τῷ λαῷ μου ἐκράτησα, καὶ μεγαλωσύνη μου ἀποκατεστάϑη μοι.
Verse: 37c    
Ναβουχοδονοσορ βασιλεὺς πᾶσι τοῖς ἔϑνεσι καὶ πάσαις ταῖς χώραις καὶ πᾶσι τοῖς οἰκοῦσιν ἐν αὐταῖς· εἰρήνη ὑμῖν πληϑυνϑείη ἐν παντὶ καιρῷ. καὶ νῦν ὑποδείξω ὑμῖν τὰς πράξεις, ἃς ἐποίησε μετ' ἐμοῦ ϑεὸς μέγας· ἔδοξε δέ μοι ἀποδεῖξαι ὑμῖν καὶ τοῖς σοϕισταῖς ὑμῶν ὅτι ἔστι ϑεός, καὶ τὰ ϑαυμάσια αὐτοῦ μεγάλα, τὸ βασίλειον αὐτοῦ βασίλειον εἰς τὸν αἰῶνα, ἐξουσία αὐτοῦ ἀπὸ γενεῶν εἰς γενεάς. καὶ ἀπέστειλεν ἐπιστολὰς περὶ πάντων τῶν γενηϑέντων αὐτῷ ἐν τῇ βασιλείᾳ αὐτοῦ πᾶσι τοῖς ἔϑνεσι τοῖς οὖσιν ὑπὸ τὴν βασιλείαν αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.