TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1174
Previous part

Chapter: 8 
Verse: 1    ῎Ετους τρίτου βασιλεύοντος Βαλτασαρ ὅρασις, ἣν εἶδον ἐγὼ Δανιηλ μετὰ τὸ ἰδεῖν με τὴν πρώτην.
Verse: 2    
καὶ εἶδον ἐν τῷ ὁράματι τοῦ ἐνυπνίου μου ἐμοῦ ὄντος ἐν Σούσοις τῇ πόλει, ἥτις ἐστὶν ἐν ᾽Ελυμαίδι χώρᾳ, ἔτι ὄντος μου πρὸς τῇ πύλῃ Αιλαμ
Verse: 3    
ἀναβλέψας εἶδον κριὸν ἕνα μέγαν ἑστῶτα ἀπέναντι τῆς πύλης, καὶ εἶχε κέρατα, καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλότερον ἀνέβαινε.
Verse: 4    
μετὰ δὲ ταῦτα εἶδον τὸν κριὸν κερατίζοντα πρὸς ἀνατολὰς καὶ πρὸς βορρᾶν καὶ πρὸς δυσμὰς καὶ μεσημβρίαν, καὶ πάντα τὰ ϑηρία οὐκ ἔστησαν ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ῥυόμενος ἐκ τῶν χειρῶν αὐτοῦ, καὶ ἐποίει ὡς ἤϑελε καὶ ὑψώϑη.
Verse: 5    
καὶ ἐγὼ διενοούμην καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ δυσμῶν ἐπὶ προσώπου τῆς γῆς καὶ οὐχ ἥπτετο τῆς γῆς, καὶ ἦν τοῦ τράγου κέρας ἓν ἀνὰ μέσον τῶν ὀϕϑαλμῶν αὐτοῦ.
Verse: 6    
καὶ ἦλϑεν ἐπὶ τὸν κριὸν τὸν τὰ κέρατα ἔχοντα, ὃν εἶδον ἑστῶτα πρὸς τῇ πύλῃ, καὶ ἔδραμε πρὸς αὐτὸν ἐν ϑυμῷ ὀργῆς.
Verse: 7    
καὶ εἶδον αὐτὸν προσάγοντα πρὸς τὸν κριόν, καὶ ἐϑυμώϑη ἐπ' αὐτὸν καὶ ἐπάταξε καὶ συνέτριψε τὰ δύο κέρατα αὐτοῦ, καὶ οὐκέτι ἦν ἰσχὺς ἐν τῷ κριῷ στῆναι κατέναντι τοῦ τράγου· καὶ ἐσπάραξεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνέτριψεν αὐτόν, καὶ οὐκ ἦν ῥυόμενος τὸν κριὸν ἀπὸ τοῦ τράγου.
Verse: 8    
καὶ τράγος τῶν αἰγῶν κατίσχυσε σϕόδρα, καὶ ὅτε κατίσχυσε, συνετρίβη αὐτοῦ τὸ κέρας τὸ μέγα, καὶ ἀνέβη ἕτερα τέσσαρα κέρατα κατόπισϑεν αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ.
Verse: 9    
καὶ ἐξ ἑνὸς αὐτῶν ἀνεϕύη κέρας ἰσχυρὸν ἓν καὶ κατίσχυσε καὶ ἐπάταξεν ἐπὶ μεσημβρίαν καὶ ἐπ' ἀνατολὰς καὶ ἐπὶ βορρᾶν·
Verse: 10    
καὶ ὑψώϑη ἕως τῶν ἀστέρων τοῦ οὐρανοῦ, καὶ ἐρράχϑη ἐπὶ τὴν γῆν ἀπὸ τῶν ἀστέρων καὶ ἀπὸ αὐτῶν κατεπατήϑη,
Verse: 11    
ἕως ἀρχιστράτηγος ῥύσεται τὴν αἰχμαλωσίαν, καὶ δι' αὐτὸν τὰ ὄρη τὰ ἀπ' αἰῶνος
Verse: 12    
ἐρράχϑη, καὶ ἐξήρϑη τόπος αὐτῶν καὶ ϑυσία, καὶ ἔϑηκεν αὐτὴν ἕως χαμαὶ ἐπὶ τὴν γῆν καὶ εὐωδώϑη καὶ ἐγενήϑη, καὶ τὸ ἅγιον ἐρημωϑήσεται·
Verse: 13    
καὶ ἐγενήϑησαν ἐπὶ τῇ ϑυσίᾳ αἱ ἁμαρτίαι, καὶ ἐρρίϕη χαμαὶ δικαιοσύνη, καὶ ἐποίησε καὶ εὐωδώϑη.
Verse: 14    
καὶ ἤκουον ἑτέρου ἁγίου λαλοῦντος, καὶ εἶπεν ἕτερος τῷ ϕελμουνι τῷ λαλοῦντι ῞Εως τίνος τὸ ὅραμα στήσεται καὶ ϑυσία ἀρϑεῖσα καὶ ἁμαρτία ἐρημώσεως δοϑεῖσα, καὶ τὰ ἅγια ἐρημωϑήσεται εἰς καταπάτημα;
Verse: 15    
καὶ εἶπεν αὐτῷ ῞Εως ἑσπέρας καὶ πρωὶ ἡμέραι δισχίλιαι τριακόσιαι, καὶ καϑαρισϑήσεται τὸ ἅγιον.
Verse: 16    
καὶ ἐγένετο ἐν τῷ ϑεωρεῖν με, ἐγὼ Δανιηλ, τὸ ὅραμα ἐζήτουν διανοηϑῆναι, καὶ ἰδοὺ ἔστη κατεναντίον μου ὡς ὅρασις ἀνϑρώπου.
Verse: 17    
καὶ ἤκουσα ϕωνὴν ἀνϑρώπου ἀνὰ μέσον τοῦ Ουλαι, καὶ ἐκάλεσε καὶ εἶπεν Γαβριηλ, συνέτισον ἐκεῖνον τὴν ὅρασιν. καὶ ἀναβοήσας εἶπεν ἄνϑρωπος ᾽Επὶ τὸ πρόσταγμα ἐκεῖνο ὅρασις.
Verse: 18    
καὶ ἦλϑε καὶ ἔστη ἐχόμενός μου τῆς στάσεως, καὶ ἐν τῷ ἔρχεσϑαι αὐτὸν ἐϑορυβήϑην καὶ ἔπεσα ἐπὶ πρόσωπόν μου, καὶ εἶπέν μοι Διανοήϑητι, υἱὲ ἀνϑρώπου, ἔτι γὰρ εἰς ὥραν καιροῦ τοῦτο τὸ ὅραμα.
Verse: 19    
καὶ λαλοῦντος αὐτοῦ μετ' ἐμοῦ ἐκοιμήϑην ἐπὶ πρόσωπον χαμαί, καὶ ἁψάμενός μου ἤγειρέ με ἐπὶ τοῦ τόπου
Verse: 20    
καὶ εἶπέ μοι ᾽Ιδοὺ ἐγὼ ἀπαγγέλλω σοι ἔσται ἐπ' ἐσχάτου τῆς ὀργῆς τοῖς υἱοῖς τοῦ λαοῦ σου· ἔτι γὰρ εἰς ὥρας καιροῦ συντελείας μενεῖ.
Verse: 21    
τὸν κριὸν ὃν εἶδες τὸν ἔχοντα τὰ κέρατα, βασιλεὺς Μήδων καὶ Περσῶν ἐστι.
Verse: 22    
καὶ τράγος τῶν αἰγῶν βασιλεὺς τῶν ῾Ελλήνων ἐστί· καὶ τὸ κέρας τὸ μέγα τὸ ἀνὰ μέσον τῶν ὀϕϑαλμῶν αὐτοῦ, αὐτὸς βασιλεὺς πρῶτος.
Verse: 23    
καὶ τὰ συντριβέντα καὶ ἀναβάντα ὀπίσω αὐτοῦ τέσσαρα κέρατα, τέσσαρες βασιλεῖς τοῦ ἔϑνους αὐτοῦ ἀναστήσονται οὐ κατὰ τὴν ἰσχὺν αὐτοῦ.
Verse: 24    
καὶ ἐπ' ἐσχάτου τῆς βασιλείας αὐτῶν, πληρουμένων τῶν ἁμαρτιῶν αὐτῶν, ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπῳ διανοούμενος αἰνίγματα.
Verse: 25    
καὶ στερεωϑήσεται ἰσχὺς αὐτοῦ καὶ οὐκ ἐν τῇ ἰσχύι αὐτοῦ, καὶ ϑαυμαστῶς ϕϑερεῖ καὶ εὐοδωϑήσεται καὶ ποιήσει καὶ ϕϑερεῖ δυνάστας καὶ δῆμον ἁγίων.
Verse: 26    
καὶ ἐπὶ τοὺς ἁγίους τὸ διανόημα αὐτοῦ, καὶ εὐοδωϑήσεται τὸ ψεῦδος ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ καρδία αὐτοῦ ὑψωϑήσεται, καὶ δόλῳ ἀϕανιεῖ πολλοὺς καὶ ἐπὶ ἀπωλείας ἀνδρῶν στήσεται καὶ ποιήσει συναγωγὴν χειρὸς καὶ ἀποδώσεται.
Verse: 27    
τὸ ὅραμα τὸ ἑσπέρας καὶ πρωὶ ηὑρέϑη ἐπ' ἀληϑείας· καὶ νῦν πεϕραγμένον τὸ ὅραμα, ἔτι γὰρ εἰς ἡμέρας πολλάς.
Verse: 28    
ἐγὼ Δανιηλ ἀσϑενήσας ἡμέρας πολλὰς καὶ ἀναστὰς ἐπραγματευόμην πάλιν βασιλικά. καὶ ἐξελυόμην ἐπὶ τῷ ὁράματι, καὶ οὐδεὶς ἦν διανοούμενος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.