TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1189
Previous part

Chapter: 11 
Verse: 1    καὶ ἐγὼ ἐν ἔτει πρώτῳ Κύρου ἔστην εἰς κράτος καὶ ἰσχύν.
Verse: 2    
καὶ νῦν ἀλήϑειαν ἀναγγελῶ σοι. ἰδοὺ ἔτι τρεῖς βασιλεῖς ἀναστήσονται ἐν τῇ Περσίδι, καὶ τέταρτος πλουτήσει πλοῦτον μέγαν παρὰ πάντας· καὶ μετὰ τὸ κρατῆσαι αὐτὸν τοῦ πλούτου αὐτοῦ ἐπαναστήσεται πάσαις βασιλείαις ῾Ελλήνων.
Verse: 3    
καὶ ἀναστήσεται βασιλεὺς δυνατὸς καὶ κυριεύσει κυριείας πολλῆς καὶ ποιήσει κατὰ τὸ ϑέλημα αὐτοῦ.
Verse: 4    
καὶ ὡς ἂν στῇ, βασιλεία αὐτοῦ συντριβήσεται καὶ διαιρεϑήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ καὶ οὐκ εἰς τὰ ἔσχατα αὐτοῦ οὐδὲ κατὰ τὴν κυριείαν αὐτοῦ, ἣν ἐκυρίευσεν, ὅτι ἐκτιλήσεται βασιλεία αὐτοῦ καὶ ἑτέροις ἐκτὸς τούτων.
Verse: 5    
καὶ ἐνισχύσει βασιλεὺς τοῦ νότου· καὶ εἷς τῶν ἀρχόντων αὐτοῦ ἐνισχύσει ἐπ' αὐτὸν καὶ κυριεύσει κυριείαν πολλὴν ἐπ' ἐξουσίας αὐτοῦ.
Verse: 6    
καὶ μετὰ τὰ ἔτη αὐτοῦ συμμειγήσονται, καὶ ϑυγάτηρ βασιλέως τοῦ νότου εἰσελεύσεται πρὸς βασιλέα τοῦ βορρᾶ τοῦ ποιῆσαι συνϑήκας μετ' αὐτοῦ· καὶ οὐ κρατήσει ἰσχύος βραχίονος, καὶ οὐ στήσεται τὸ σπέρμα αὐτοῦ, καὶ παραδοϑήσεται αὐτὴ καὶ οἱ ϕέροντες αὐτὴν καὶ νεᾶνις καὶ κατισχύων αὐτὴν ἐν τοῖς καιροῖς.
Verse: 7    
καὶ στήσεται ἐκ τοῦ ἄνϑους τῆς ῥίζης αὐτῆς τῆς ἑτοιμασίας αὐτοῦ καὶ ἥξει πρὸς τὴν δύναμιν καὶ εἰσελεύσεται εἰς τὰ ὑποστηρίγματα τοῦ βασιλέως τοῦ βορρᾶ καὶ ποιήσει ἐν αὐτοῖς καὶ κατισχύσει.
Verse: 8    
καί γε τοὺς ϑεοὺς αὐτῶν μετὰ τῶν χωνευτῶν αὐτῶν, πᾶν σκεῦος ἐπιϑυμητὸν αὐτῶν ἀργυρίου καὶ χρυσίου, μετὰ αἰχμαλωσίας οἴσει εἰς Αἴγυπτον· καὶ αὐτὸς στήσεται ὑπὲρ βασιλέα τοῦ βορρᾶ.
Verse: 9    
καὶ εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ βασιλέως τοῦ νότου· καὶ ἀναστρέψει εἰς τὴν γῆν αὐτοῦ.
Verse: 10    
καὶ οἱ υἱοὶ αὐτοῦ συνάξουσιν ὄχλον δυνάμεων πολλῶν, καὶ ἐλεύσεται ἐρχόμενος καὶ κατακλύζων· καὶ παρελεύσεται καὶ καϑίεται καὶ συμπροσπλακήσεται ἕως τῆς ἰσχύος αὐτοῦ.
Verse: 11    
καὶ ἀγριανϑήσεται βασιλεὺς τοῦ νότου καὶ ἐξελεύσεται καὶ πολεμήσει μετὰ βασιλέως τοῦ βορρᾶ· καὶ στήσει ὄχλον πολύν, καὶ παραδοϑήσεται ὄχλος ἐν χειρὶ αὐτοῦ·
Verse: 12    
καὶ λήμψεται τὸν ὄχλον, καὶ ὑψωϑήσεται καρδία αὐτοῦ, καὶ καταβαλεῖ μυριάδας καὶ οὐ κατισχύσει.
Verse: 13    
καὶ ἐπιστρέψει βασιλεὺς τοῦ βορρᾶ καὶ ἄξει ὄχλον πολὺν ὑπὲρ τὸν πρότερον καὶ εἰς τὸ τέλος τῶν καιρῶν ἐνιαυτῶν ἐπελεύσεται εἰσόδια ἐν δυνάμει μεγάλῃ καὶ ἐν ὑπάρξει πολλῇ.
Verse: 14    
καὶ ἐν τοῖς καιροῖς ἐκείνοις πολλοὶ ἐπαναστήσονται ἐπὶ βασιλέα τοῦ νότου· καὶ οἱ υἱοὶ τῶν λοιμῶν τοῦ λαοῦ σου ἐπαρϑήσονται τοῦ στῆσαι ὅρασιν καὶ ἀσϑενήσουσιν.
Verse: 15    
καὶ εἰσελεύσεται βασιλεὺς τοῦ βορρᾶ καὶ ἐκχεεῖ πρόσχωμα καὶ συλλήμψεται πόλεις ὀχυράς, καὶ οἱ βραχίονες τοῦ βασιλέως τοῦ νότου οὐ στήσονται, καὶ ἀναστήσονται οἱ ἐκλεκτοὶ αὐτοῦ, καὶ οὐκ ἔσται ἰσχὺς τοῦ στῆναι.
Verse: 16    
καὶ ποιήσει εἰσπορευόμενος πρὸς αὐτὸν κατὰ τὸ ϑέλημα αὐτοῦ, καὶ οὐκ ἔστιν ἑστὼς κατὰ πρόσωπον αὐτοῦ· καὶ στήσεται ἐν γῇ τοῦ σαβι, καὶ συντελεσϑήσεται ἐν τῇ χειρὶ αὐτοῦ.
Verse: 17    
καὶ τάξει τὸ πρόσωπον αὐτοῦ εἰσελϑεῖν ἐν ἰσχύι πάσης τῆς βασιλείας αὐτοῦ καὶ εὐϑεῖα πάντα μετ' αὐτοῦ ποιήσει· καὶ ϑυγατέρα τῶν γυναικῶν δώσει αὐτῷ τοῦ διαϕϑεῖραι αὐτήν, καὶ οὐ μὴ παραμείνῃ καὶ οὐκ αὐτῷ ἔσται.
Verse: 18    
καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὰς νήσους καὶ συλλήμψεται πολλὰς καὶ καταπαύσει ἄρχοντας ὀνειδισμοῦ αὐτῶν, πλὴν ὀνειδισμὸς αὐτοῦ ἐπιστρέψει αὐτῷ.
Verse: 19    
καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἰσχὺν τῆς γῆς αὐτοῦ καὶ ἀσϑενήσει καὶ πεσεῖται καὶ οὐχ εὑρεϑήσεται.
Verse: 20    
καὶ ἀναστήσεται ἐκ τῆς ῥίζης αὐτοῦ ϕυτὸν βασιλείας ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ παραβιβάζων πράσσων δόξαν βασιλείας· καὶ ἐν ταῖς ἡμέραις ἐκείναις συντριβήσεται καὶ οὐκ ἐν προσώποις οὐδὲ ἐν πολέμῳ.
Verse: 21    
στήσεται ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ· ἐξουδενώϑη, καὶ οὐκ ἔδωκαν ἐπ' αὐτὸν δόξαν βασιλείας· καὶ ἥξει ἐν εὐϑηνίᾳ καὶ κατισχύσει βασιλείας ἐν ὀλισϑρήμασιν.
Verse: 22    
καὶ βραχίονες τοῦ κατακλύζοντος κατακλυσϑήσονται ἀπὸ προσώπου αὐτοῦ καὶ συντριβήσονται, καὶ ἡγούμενος διαϑήκης·
Verse: 23    
καὶ ἀπὸ τῶν συναναμείξεων πρὸς αὐτὸν ποιήσει δόλον καὶ ἀναβήσεται καὶ ὑπερισχύσει αὐτοῦ ἐν ὀλίγῳ ἔϑνει.
Verse: 24    
καὶ ἐν εὐϑηνίᾳ καὶ ἐν πίοσιν χώραις ἥξει καὶ ποιήσει οὐκ ἐποίησαν οἱ πατέρες αὐτοῦ καὶ οἱ πατέρες τῶν πατέρων αὐτοῦ· προνομὴν καὶ σκῦλα καὶ ὕπαρξιν αὐτοῖς διασκορπιεῖ καὶ ἐπ' Αἴγυπτον λογιεῖται λογισμοὺς αὐτοῦ καὶ ἕως καιροῦ.
Verse: 25    
καὶ ἐξεγερϑήσεται ἰσχὺς αὐτοῦ καὶ καρδία αὐτοῦ ἐπὶ βασιλέα τοῦ νότου ἐν δυνάμει μεγάλῃ, καὶ βασιλεὺς τοῦ νότου συνάψει πόλεμον ἐν δυνάμει μεγάλῃ καὶ ἰσχυρᾷ σϕόδρα· καὶ οὐ στήσεται, ὅτι λογιοῦνται ἐπ' αὐτὸν λογισμούς·
Verse: 26    
καὶ ϕάγονται τὰ δέοντα αὐτοῦ καὶ συντρίψουσιν αὐτόν, καὶ δυνάμεις κατακλύσει, καὶ πεσοῦνται τραυματίαι πολλοί.
Verse: 27    
καὶ ἀμϕότεροι οἱ βασιλεῖς, αἱ καρδίαι αὐτῶν εἰς πονηρίαν, καὶ ἐπὶ τραπέζῃ μιᾷ ψευδῆ λαλήσουσιν, καὶ οὐ κατευϑυνεῖ· ὅτι ἔτι πέρας εἰς καιρόν.
Verse: 28    
καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ ἐν ὑπάρξει πολλῇ, καὶ καρδία αὐτοῦ ἐπὶ διαϑήκην ἁγίαν, καὶ ποιήσει καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ.
Verse: 29    
εἰς τὸν καιρὸν ἐπιστρέψει καὶ ἥξει ἐν τῷ νότῳ, καὶ οὐκ ἔσται ὡς πρώτη καὶ ὡς ἐσχάτη.
Verse: 30    
καὶ εἰσελεύσονται ἐν αὐτῷ οἱ ἐκπορευόμενοι Κίτιοι, καὶ ταπεινωϑήσεται· καὶ ἐπιστρέψει καὶ ϑυμωϑήσεται ἐπὶ διαϑήκην ἁγίαν· καὶ ποιήσει καὶ ἐπιστρέψει καὶ συνήσει ἐπὶ τοὺς καταλιπόντας διαϑήκην ἁγίαν.
Verse: 31    
καὶ σπέρματα ἐξ αὐτοῦ ἀναστήσονται καὶ βεβηλώσουσιν τὸ ἁγίασμα τῆς δυναστείας καὶ μεταστήσουσιν τὸν ἐνδελεχισμὸν καὶ δώσουσιν βδέλυγμα ἠϕανισμένον.
Verse: 32    
καὶ οἱ ἀνομοῦντες διαϑήκην ἐπάξουσιν ἐν ὀλισϑρήμασιν, καὶ λαὸς γινώσκοντες ϑεὸν αὐτοῦ κατισχύσουσιν καὶ ποιήσουσιν.
Verse: 33    
καὶ οἱ συνετοὶ τοῦ λαοῦ συνήσουσιν εἰς πολλά· καὶ ἀσϑενήσουσιν ἐν ῥομϕαίᾳ καὶ ἐν ϕλογὶ καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν διαρπαγῇ ἡμερῶν.
Verse: 34    
καὶ ἐν τῷ ἀσϑενῆσαι αὐτοὺς βοηϑηϑήσονται βοήϑειαν μικράν, καὶ προστεϑήσονται ἐπ' αὐτοὺς πολλοὶ ἐν ὀλισϑρήμασιν.
Verse: 35    
καὶ ἀπὸ τῶν συνιέντων ἀσϑενήσουσιν τοῦ πυρῶσαι αὐτοὺς καὶ τοῦ ἐκλέξασϑαι καὶ τοῦ ἀποκαλυϕϑῆναι, ἕως καιροῦ πέρας· ὅτι ἔτι εἰς καιρόν.
Verse: 36    
καὶ ποιήσει κατὰ τὸ ϑέλημα αὐτοῦ καὶ ὑψωϑήσεται βασιλεὺς καὶ μεγαλυνϑήσεται ἐπὶ πάντα ϑεὸν καὶ λαλήσει ὑπέρογκα καὶ κατευϑυνεῖ, μέχρις οὗ συντελεσϑῇ ὀργή· εἰς γὰρ συντέλειαν γίνεται.
Verse: 37    
καὶ ἐπὶ πάντας ϑεοὺς τῶν πατέρων αὐτοῦ οὐ συνήσει καὶ ἐπὶ ἐπιϑυμίαν γυναικῶν καὶ ἐπὶ πᾶν ϑεὸν οὐ συνήσει, ὅτι ἐπὶ πάντας μεγαλυνϑήσεται·
Verse: 38    
καὶ ϑεὸν μαωζιν ἐπὶ τόπου αὐτοῦ δοξάσει καὶ ϑεόν, ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτοῦ, δοξάσει ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ λίϑῳ τιμίῳ καὶ ἐν ἐπιϑυμήμασιν.
Verse: 39    
καὶ ποιήσει τοῖς ὀχυρώμασιν τῶν καταϕυγῶν μετὰ ϑεοῦ ἀλλοτρίου καὶ πληϑυνεῖ δόξαν καὶ ὑποτάξει αὐτοῖς πολλοὺς καὶ γῆν διελεῖ ἐν δώροις.
Verse: 40    
καὶ ἐν καιροῦ πέρατι συγκερατισϑήσεται μετὰ τοῦ βασιλέως τοῦ νότου, καὶ συναχϑήσεται ἐπ' αὐτὸν βασιλεὺς τοῦ βορρᾶ ἐν ἅρμασιν καὶ ἐν ἱππεῦσιν καὶ ἐν ναυσὶν πολλαῖς καὶ εἰσελεύσεται εἰς τὴν γῆν καὶ συντρίψει καὶ παρελεύσεται.
Verse: 41    
καὶ εἰσελεύσεται εἰς τὴν γῆν τοῦ σαβι, καὶ πολλοὶ ἀσϑενήσουσιν· καὶ οὗτοι διασωϑήσονται ἐκ χειρὸς αὐτοῦ, Εδωμ καὶ Μωαβ καὶ ἀρχὴ υἱῶν Αμμων.
Verse: 42    
καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ γῆ Αἰγύπτου οὐκ ἔσται εἰς σωτηρίαν.
Verse: 43    
καὶ κυριεύσει ἐν τοῖς ἀποκρύϕοις τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ ἐν πᾶσιν ἐπιϑυμητοῖς Αἰγύπτου καὶ Λιβύων καὶ Αἰϑιόπων ἐν τοῖς ὀχυρώμασιν αὐτῶν.
Verse: 44    
καὶ ἀκοαὶ καὶ σπουδαὶ ταράξουσιν αὐτὸν ἐξ ἀνατολῶν καὶ ἀπὸ βορρᾶ, καὶ ἥξει ἐν ϑυμῷ πολλῷ τοῦ ἀϕανίσαι καὶ τοῦ ἀναϑεματίσαι πολλούς.
Verse: 45    
καὶ πήξει τὴν σκηνὴν αὐτοῦ εϕαδανω ἀνὰ μέσον τῶν ϑαλασσῶν εἰς ὄρος σαβι ἅγιον· καὶ ἥξει ἕως μέρους αὐτοῦ, καὶ οὐκ ἔστιν ῥυόμενος αὐτόν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.