TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1181
Previous part

Chapter: 3 
Verse: 1    ῎Ετους ὀκτωκαιδεκάτου Ναβουχοδονοσορ βασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν, ὕψος αὐτῆς πήχεων ἑξήκοντα, εὖρος αὐτῆς πήχεων ἕξ, καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ Δεϊρα ἐν χώρᾳ Βαβυλῶνος.
Verse: 2    
καὶ ἀπέστειλεν συναγαγεῖν τοὺς ὑπάτους καὶ τοὺς στρατηγοὺς καὶ τοὺς τοπάρχας, ἡγουμένους καὶ τυράννους καὶ τοὺς ἐπ' ἐξουσιῶν καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν ἐλϑεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος, ἧς ἔστησεν Ναβουχοδονοσορ βασιλεύς·
Verse: 3    
καὶ συνήχϑησαν οἱ τοπάρχαι, ὕπατοι, στρατηγοί, ἡγούμενοι, τύραννοι μεγάλοι, οἱ ἐπ' ἐξουσιῶν καὶ πάντες οἱ ἄρχοντες τῶν χωρῶν εἰς τὸν ἐγκαινισμὸν τῆς εἰκόνος, ἧς ἔστησεν Ναβουχοδονοσορ βασιλεύς, καὶ εἱστήκεισαν ἐνώπιον τῆς εἰκόνος, ἧς ἔστησεν Ναβουχοδονοσορ.
Verse: 4    
καὶ κῆρυξ ἐβόα ἐν ἰσχύι ῾Υμῖν λέγεται, λαοί, ϕυλαί, γλῶσσαι·
Verse: 5    
ἂν ὥρᾳ ἀκούσητε τῆς ϕωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιϑάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ συμϕωνίας καὶ παντὸς γένους μουσικῶν, πίπτοντες προσκυνεῖτε τῇ εἰκόνι τῇ χρυσῇ, ἔστησεν Ναβουχοδονοσορ βασιλεύς·
Verse: 6    
καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ, αὐτῇ τῇ ὥρᾳ ἐμβληϑήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
Verse: 7    
καὶ ἐγένετο ὅτε ἤκουσαν οἱ λαοὶ τῆς ϕωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιϑάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ συμϕωνίας καὶ παντὸς γένους μουσικῶν, πίπτοντες πάντες οἱ λαοί, ϕυλαί, γλῶσσαι προσεκύνουν τῇ εἰκόνι τῇ χρυσῇ, ἔστησεν Ναβουχοδονοσορ βασιλεύς.
Verse: 8    
τότε προσήλϑοσαν ἄνδρες Χαλδαῖοι καὶ διέβαλον τοὺς Ιουδαίους
Verse: 9    
τῷ βασιλεῖ Ναβουχοδονοσορ Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆϑι·
Verse: 10    
σύ, βασιλεῦ, ἔϑηκας δόγμα πάντα ἄνϑρωπον, ὃς ἂν ἀκούσῃ τῆς ϕωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιϑάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ συμϕωνίας καὶ παντὸς γένους μουσικῶν
Verse: 11    
καὶ μὴ πεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ, ἐμβληϑήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην·
Verse: 12    
εἰσὶν ἄνδρες Ιουδαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος, Σεδραχ, Μισαχ, Αβδεναγω, οἱ ἄνδρες ἐκεῖνοι οὐχ ὑπήκουσαν, βασιλεῦ, τῷ δόγματί σου, τοῖς ϑεοῖς σου οὐ λατρεύουσιν καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ἔστησας, οὐ προσκυνοῦσιν.
Verse: 13    
τότε Ναβουχοδονοσορ ἐν ϑυμῷ καὶ ὀργῇ εἶπεν ἀγαγεῖν τὸν Σεδραχ, Μισαχ καὶ Αβδεναγω, καὶ ἤχϑησαν ἐνώπιον τοῦ βασιλέως.
Verse: 14    
καὶ ἀπεκρίϑη Ναβουχοδονοσορ καὶ εἶπεν αὐτοῖς Εἰ ἀληϑῶς, Σεδραχ, Μισαχ, Αβδεναγω, τοῖς ϑεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ἔστησα, οὐ προσκυνεῖτε;
Verse: 15    
νῦν οὖν εἰ ἔχετε ἑτοίμως ἵνα, ὡς ἂν ἀκούσητε τῆς ϕωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιϑάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ συμϕωνίας καὶ παντὸς γένους μουσικῶν, πεσόντες προσκυνήσητε τῇ εἰκόνι, ἐποίησα· ἐὰν δὲ μὴ προσκυνήσητε, αὐτῇ τῇ ὥρᾳ ἐμβληϑήσεσϑε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην· καὶ τίς ἐστιν ϑεός, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου;
Verse: 16    
καὶ ἀπεκρίϑησαν Σεδραχ, Μισαχ, Αβδεναγω λέγοντες τῷ βασιλεῖ Ναβουχοδονοσορ Οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριϑῆναί σοι·
Verse: 17    
ἔστιν γὰρ ϑεός, ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσϑαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς·
Verse: 18    
καὶ ἐὰν μή, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς ϑεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ἔστησας, οὐ προσκυνοῦμεν.
Verse: 19    
τότε Ναβουχοδονοσορ ἐπλήσϑη ϑυμοῦ, καὶ ὄψις τοῦ προσώπου αὐτοῦ ἠλλοιώϑη ἐπὶ Σεδραχ, Μισαχ καὶ Αβδεναγω, καὶ εἶπεν ἐκκαῦσαι τὴν κάμινον ἑπταπλασίως, ἕως οὗ εἰς τέλος ἐκκαῇ·
Verse: 20    
καὶ ἄνδρας ἰσχυροὺς ἰσχύι εἶπεν πεδήσαντας τὸν Σεδραχ, Μισαχ καὶ Αβδεναγω ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
Verse: 21    
τότε οἱ ἄνδρες ἐκεῖνοι ἐπεδήϑησαν σὺν τοῖς σαραβάροις αὐτῶν καὶ τιάραις καὶ περικνημῖσι καὶ ἐνδύμασιν αὐτῶν καὶ ἐβλήϑησαν εἰς μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης.
Verse: 22    
ἐπεὶ τὸ ῥῆμα τοῦ βασιλέως ὑπερίσχυεν, καὶ κάμινος ἐξεκαύϑη ἐκ περισσοῦ.
Verse: 23    
καὶ οἱ τρεῖς οὗτοι Σεδραχ, Μισαχ καὶ Αβδεναγω ἔπεσον εἰς μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης πεπεδημένοι.
Verse: 24    
Καὶ περιεπάτουν ἐν μέσῳ τῆς ϕλογὸς ὑμνοῦντες τὸν ϑεὸν καὶ εὐλογοῦντες τὸν κύριον.
Verse: 25    
καὶ συστὰς Αζαριας προσηύξατο οὕτως καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐν μέσῳ τοῦ πυρὸς εἶπεν
Verse: 26    
Εὐλογητὸς εἶ, κύριε ϑεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετός, καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας,
Verse: 27    
ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν, καὶ πάντα τὰ ἔργα σου ἀληϑινά, καὶ εὐϑεῖαι αἱ ὁδοί σου, καὶ πᾶσαι αἱ κρίσεις σου ἀλήϑεια,
Verse: 28    
καὶ κρίματα ἀληϑείας ἐποίησας κατὰ πάντα, ἐπήγαγες ἡμῖν καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν Ιερουσαλημ, ὅτι ἐν ἀληϑείᾳ καὶ κρίσει ἐπήγαγες πάντα ταῦτα διὰ τὰς // ἁμαρτίας ἡμῶν.
Verse: 29    
ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ καὶ ἐξημάρτομεν ἐν πᾶσιν καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν
Verse: 30    
οὐδὲ συνετηρήσαμεν οὐδὲ ἐποιήσαμεν καϑὼς ἐνετείλω ἡμῖν, ἵνα εὖ ἡμῖν γένηται.
Verse: 31    
καὶ πάντα, ὅσα ἡμῖν ἐπήγαγες, καὶ πάντα, ὅσα ἐποίησας ἡμῖν, ἐν ἀληϑινῇ κρίσει ἐποίησας
Verse: 32    
καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχϑρῶν ἀνόμων ἐχϑίστων // ἀποστατῶν καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν.
Verse: 33    
καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα, αἰσχύνη καὶ ὄνειδος ἐγενήϑη τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις // σε.
Verse: 34    
μὴ δὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου καὶ μὴ διασκεδάσῃς τὴν διαϑήκην σου
Verse: 35    
καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀϕ' ἡμῶν δι' Αβρααμ τὸν ἠγαπημένον ὑπὸ σοῦ καὶ διὰ Ισαακ τὸν δοῦλόν σου καὶ Ισραηλ τὸν ἅγιόν σου,
Verse: 36    
οἷς ἐλάλησας πρὸς αὐτοὺς λέγων πληϑῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς ϑαλάσσης.
Verse: 37    
ὅτι, δέσποτα, ἐσμικρύνϑημεν παρὰ πάντα τὰ ἔϑνη καί ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον διὰ τὰς ἁμαρτίας // ἡμῶν,
Verse: 38    
καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προϕήτης καὶ // ἡγούμενος οὐδὲ ὁλοκαύτωσις οὐδὲ ϑυσία οὐδὲ προσϕορὰ οὐδὲ ϑυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐναντίον σου καὶ εὑρεῖν ἔλεος·
Verse: 39    
ἀλλ' ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχϑείημεν ὡς ἐν ὁλοκαυτώμασιν κριῶν καὶ ταύρων καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων·
Verse: 40    
οὕτως γενέσϑω ϑυσία ἡμῶν ἐνώπιόν σου σήμερον καὶ ἐκτελέσαι ὄπισϑέν σου, ὅτι οὐκ ἔσται αἰσχύνη τοῖς πεποιϑόσιν ἐπὶ σοί.
Verse: 41    
καὶ νῦν ἐξακολουϑοῦμεν ἐν ὅλῃ καρδίᾳ καὶ ϕοβούμεϑά σε καὶ ζητοῦμεν τὸ πρόσωπόν σου, μὴ καταισχύνῃς ἡμᾶς,
Verse: 42    
ἀλλὰ ποίησον μεϑ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου καὶ κατὰ τὸ πλῆϑος τοῦ ἐλέους σου
Verse: 43    
καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ ϑαυμάσιά σου καὶ δὸς δόξαν τῷ ὀνόματί σου, κύριε.
Verse: 44    
καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου // κακὰ καὶ καταισχυνϑείησαν ἀπὸ πάσης δυνάμεως καὶ δυναστείας, καὶ ἰσχὺς αὐτῶν συντριβείη·
Verse: 45    
γνώτωσαν ὅτι σὺ εἶ κύριος ϑεὸς μόνος καὶ ἔνδοξος ἐϕ' ὅλην τὴν οἰκουμένην.
Verse: 46    
Καὶ οὐ διέλειπον οἱ ἐμβαλόντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέως καίοντες τὴν κάμινον νάϕϑαν καὶ πίσσαν καὶ στιππύον καὶ κληματίδα.
Verse: 47    
καὶ διεχεῖτο ϕλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσαράκοντα ἐννέα
Verse: 48    
καὶ διώδευσεν καὶ ἐνεπύρισεν οὓς εὗρεν περὶ τὴν κάμινον τῶν Χαλδαίων.
Verse: 49    
δὲ ἄγγελος κυρίου συγκατέβη ἅμα τοῖς περὶ τὸν Αζαριαν εἰς τὴν κάμινον καὶ ἐξετίναξεν τὴν ϕλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου
Verse: 50    
καὶ ἐποίησεν τὸ μέσον τῆς καμίνου ὡς πνεῦμα δρόσου διασυρίζον, καὶ οὐχ ἥψατο αὐτῶν τὸ καϑόλου τὸ πῦρ καὶ οὐκ ἐλύπησεν οὐδὲ παρηνώχλησεν αὐτοῖς.
Verse: 51    
Τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος ὕμνουν καὶ ἐδόξαζον καὶ εὐλόγουν τὸν ϑεὸν ἐν τῇ καμίνῳ λέγοντες
Verse: 52    
Εὐλογητὸς εἶ, κύριε ϑεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας, καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον καὶ ὑπεραινετὸν καὶ ὑπερυψούμενον εἰς τοὺς αἰῶνας.
Verse: 53    
εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας.
Verse: 55    
εὐλογημένος εἶ, ἐπιβλέπων ἀβύσσους καϑήμενος ἐπὶ χερουβιν, καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
Verse: 54    
εὐλογημένος εἶ ἐπὶ ϑρόνου τῆς βασιλείας σου καὶ ὑπερυμνητὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
Verse: 56    
εὐλογημένος εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ καὶ ὑμνητὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας.
Verse: 57    
εὐλογεῖτε, πάντα τὰ ἔργα κυρίου, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 59    
εὐλογεῖτε, οὐρανοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 58    
εὐλογεῖτε, ἄγγελοι κυρίου, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 60    
εὐλογεῖτε, ὕδατα πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 61    
εὐλογεῖτε, πᾶσαι αἱ δυνάμεις, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 62    
εὐλογεῖτε, ἥλιος καὶ σελήνη, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 63    
εὐλογεῖτε, ἄστρα τοῦ οὐρανοῦ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 64    
εὐλογεῖτε, πᾶς ὄμβρος καὶ δρόσος, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 65    
εὐλογεῖτε, πάντα τὰ πνεύματα, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 66    
εὐλογεῖτε, πῦρ καὶ καῦμα, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 67    
εὐλογεῖτε, ψῦχος καὶ καύσων, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 68    
εὐλογεῖτε, δρόσοι καὶ νιϕετοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 71    
εὐλογεῖτε, νύκτες καὶ ἡμέραι, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 72    
εὐλογεῖτε, ϕῶς καὶ σκότος, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 69    
εὐλογεῖτε, πάγος καὶ ψῦχος, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 70    
εὐλογεῖτε, πάχναι καὶ χιόνες, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 73    
εὐλογεῖτε, ἀστραπαὶ καὶ νεϕέλαι, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 74    
εὐλογείτω γῆ τὸν κύριον· ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 75    
εὐλογεῖτε, ὄρη καὶ βουνοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 76    
εὐλογεῖτε, πάντα τὰ ϕυόμενα ἐν τῇ γῇ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 78    
εὐλογεῖτε, ϑάλασσαι καὶ ποταμοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 77    
εὐλογεῖτε, αἱ πηγαί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 79    
εὐλογεῖτε, κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασιν, // τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 80    
εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 81    
εὐλογεῖτε, πάντα τὰ ϑηρία καὶ τὰ κτήνη, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 82    
εὐλογεῖτε, οἱ υἱοὶ τῶν ἀνϑρώπων, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 83    
εὐλογεῖτε, Ισραηλ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 84    
εὐλογεῖτε, ἱερεῖς κυρίου, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 85    
εὐλογεῖτε, δοῦλοι κυρίου, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 86    
εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 87    
εὐλογεῖτε, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 88    
εὐλογεῖτε, Ανανια, Αζαρια, Μισαηλ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας, ὅτι ἐξείλατο ἡμᾶς ἐξ ᾅδου καὶ ἐκ χειρὸς ϑανάτου ἔσωσεν // ἡμᾶς καὶ ἐρρύσατο ἡμᾶς ἐκ μέσου καμίνου καιομένης ϕλογὸς καὶ ἐκ μέσου πυρὸς ἐρρύσατο ἡμᾶς.
Verse: 89    
ἐξομολογεῖσϑε τῷ κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Verse: 90    
εὐλογεῖτε, πάντες οἱ σεβόμενοι τὸν κύριον τὸν ϑεὸν τῶν ϑεῶν· ὑμνεῖτε καὶ ἐξομολογεῖσϑε, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος // αὐτοῦ.
Verse: 91    
Καὶ Ναβουχοδονοσορ ἤκουσεν ὑμνούντων αὐτῶν καὶ ἐϑαύμασεν καὶ ἐξανέστη ἐν σπουδῇ καὶ εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ Οὐχὶ ἄνδρας τρεῖς ἐβάλομεν εἰς μέσον τοῦ πυρὸς πεπεδημένους; καὶ εἶπαν τῷ βασιλεῖ ᾽Αληϑῶς, βασιλεῦ.
Verse: 92    
καὶ εἶπεν βασιλεύς ᾽Ιδοὺ ἐγὼ ὁρῶ ἄνδρας τέσσαρας λελυμένους καὶ περιπατοῦντας ἐν μέσῳ τοῦ πυρός, καὶ διαϕϑορὰ οὐκ ἔστιν ἐν αὐτοῖς, καὶ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ ϑεοῦ.
Verse: 93    
τότε προσῆλϑεν Ναβουχοδονοσορ πρὸς τὴν ϑύραν τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ εἶπεν Σεδραχ, Μισαχ, Αβδεναγω οἱ δοῦλοι τοῦ ϑεοῦ τοῦ ὑψίστου, ἐξέλϑετε καὶ δεῦτε. καὶ ἐξῆλϑον Σεδραχ, Μισαχ, Αβδεναγω ἐκ μέσου τοῦ πυρός.
Verse: 94    
καὶ συνάγονται οἱ σατράπαι καὶ οἱ στρατηγοὶ καὶ οἱ τοπάρχαι καὶ οἱ δυνάσται τοῦ βασιλέως καὶ ἐϑεώρουν τοὺς ἄνδρας ὅτι οὐκ ἐκυρίευσεν τὸ πῦρ τοῦ σώματος αὐτῶν, καὶ ϑρὶξ τῆς κεϕαλῆς αὐτῶν οὐκ ἐϕλογίσϑη, καὶ τὰ σαράβαρα αὐτῶν οὐκ ἠλλοιώϑη, καὶ ὀσμὴ πυρὸς οὐκ ἦν ἐν αὐτοῖς.
Verse: 95    
καὶ ἀπεκρίϑη Ναβουχοδονοσορ καὶ εἶπεν Εὐλογητὸς ϑεὸς τοῦ Σεδραχ, Μισαχ, Αβδεναγω, ὃς ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατο τοὺς παῖδας αὐτοῦ, ὅτι ἐπεποίϑεισαν ἐπ' αὐτῷ καὶ τὸ ῥῆμα τοῦ βασιλέως ἠλλοίωσαν καὶ παρέδωκαν τὰ σώματα αὐτῶν εἰς πῦρ, ὅπως μὴ λατρεύσωσιν μηδὲ προσκυνήσωσιν παντὶ ϑεῷ ἀλλ' τῷ ϑεῷ αὐτῶν·
Verse: 96    
καὶ ἐγὼ ἐκτίϑεμαι δόγμα Πᾶς λαός, ϕυλή, γλῶσσα, ἂν εἴπῃ βλασϕημίαν κατὰ τοῦ ϑεοῦ Σεδραχ, Μισαχ, Αβδεναγω, εἰς ἀπώλειαν ἔσονται καὶ οἱ οἶκοι αὐτῶν εἰς διαρπαγήν, καϑότι οὐκ ἔστιν ϑεὸς ἕτερος ὅστις δυνήσεται ῥύσασϑαι οὕτως.
Verse: 97    
τότε βασιλεὺς κατεύϑυνεν τὸν Σεδραχ, Μισαχ, Αβδεναγω ἐν τῇ χώρᾳ Βαβυλῶνος καὶ ἠξίωσεν αὐτοὺς ἡγεῖσϑαι πάντων τῶν Ιουδαίων τῶν ὄντων ἐν τῇ βασιλείᾳ αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.