TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1182
Previous part

Chapter: 4 
Verse: 1    Ναβουχοδονοσορ βασιλεὺς πᾶσι τοῖς λαοῖς, ϕυλαῖς καὶ γλώσσαις τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ Εἰρήνη ὑμῖν πληϑυνϑείη·
Verse: 2    
τὰ σημεῖα καὶ τὰ τέρατα, ἐποίησεν μετ' ἐμοῦ ϑεὸς ὕψιστος, ἤρεσεν ἐναντίον ἐμοῦ ἀναγγεῖλαι ὑμῖν
Verse: 3    
ὡς μεγάλα καὶ ἰσχυρά· βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, καὶ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν.
Verse: 4    
ἐγὼ Ναβουχοδονοσορ εὐϑηνῶν ἤμην ἐν τῷ οἴκῳ μου καὶ εὐϑαλῶν.
Verse: 5    
ἐνύπνιον εἶδον, καὶ ἐϕοβέρισέν με, καὶ ἐταράχϑην ἐπὶ τῆς κοίτης μου, καὶ αἱ ὁράσεις τῆς κεϕαλῆς μου συνετάραξάν με.
Verse: 6    
καὶ δι' ἐμοῦ ἐτέϑη δόγμα τοῦ εἰσαγαγεῖν ἐνώπιόν μου πάντας τοὺς σοϕοὺς Βαβυλῶνος, ὅπως τὴν σύγκρισιν τοῦ ἐνυπνίου γνωρίσωσίν μοι.
Verse: 7    
καὶ εἰσεπορεύοντο οἱ ἐπαοιδοί, μάγοι, γαζαρηνοί, Χαλδαῖοι, καὶ τὸ ἐνύπνιον εἶπα ἐγὼ ἐνώπιον αὐτῶν, καὶ τὴν σύγκρισιν αὐτοῦ οὐκ ἐγνώρισάν μοι,
Verse: 8    
ἕως οὗ ἦλϑεν Δανιηλ, οὗ τὸ ὄνομα Βαλτασαρ κατὰ τὸ ὄνομα τοῦ ϑεοῦ μου, ὃς πνεῦμα ϑεοῦ ἅγιον ἐν ἑαυτῷ ἔχει, καὶ τὸ ἐνύπνιον ἐνώπιον αὐτοῦ εἶπα
Verse: 9    
Βαλτασαρ ἄρχων τῶν ἐπαοιδῶν, ὃν ἐγὼ ἔγνων ὅτι πνεῦμα ϑεοῦ ἅγιον ἐν σοὶ καὶ πᾶν μυστήριον οὐκ ἀδυνατεῖ σε, ἄκουσον τὴν ὅρασιν τοῦ ἐνυπνίου, οὗ εἶδον, καὶ τὴν σύγκρισιν αὐτοῦ εἰπόν μοι.
Verse: 10    
ἐπὶ τῆς κοίτης μου ἐϑεώρουν, καὶ ἰδοὺ δένδρον ἐν μέσῳ τῆς γῆς, καὶ τὸ ὕψος αὐτοῦ πολύ.
Verse: 11    
ἐμεγαλύνϑη τὸ δένδρον καὶ ἴσχυσεν, καὶ τὸ ὕψος αὐτοῦ ἔϕϑασεν ἕως τοῦ οὐρανοῦ καὶ τὸ κύτος αὐτοῦ εἰς τὰ πέρατα πάσης τῆς γῆς·
Verse: 12    
τὰ ϕύλλα αὐτοῦ ὡραῖα, καὶ καρπὸς αὐτοῦ πολύς, καὶ τροϕὴ πάντων ἐν αὐτῷ· καὶ ὑποκάτω αὐτοῦ κατεσκήνουν τὰ ϑηρία τὰ ἄγρια, καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατῴκουν τὰ ὄρνεα τοῦ οὐρανοῦ, καὶ ἐξ αὐτοῦ ἐτρέϕετο πᾶσα σάρξ.
Verse: 13    
ἐϑεώρουν ἐν ὁράματι τῆς νυκτὸς ἐπὶ τῆς κοίτης μου, καὶ ἰδοὺ ιρ καὶ ἅγιος ἀπ' οὐρανοῦ κατέβη
Verse: 14    
καὶ ἐϕώνησεν ἐν ἰσχύι καὶ οὕτως εἶπεν ᾽Εκκόψατε τὸ δένδρον καὶ ἐκτίλατε τοὺς κλάδους αὐτοῦ καὶ ἐκτινάξατε τὰ ϕύλλα αὐτοῦ καὶ διασκορπίσατε τὸν καρπὸν αὐτοῦ· σαλευϑήτωσαν τὰ ϑηρία ὑποκάτωϑεν αὐτοῦ καὶ τὰ ὄρνεα ἀπὸ τῶν κλάδων αὐτοῦ·
Verse: 15    
πλὴν τὴν ϕυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῇ γῇ ἐάσατε καὶ ἐν δεσμῷ σιδηρῷ καὶ χαλκῷ καὶ ἐν τῇ χλόῃ τῇ ἔξω, καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ κοιτασϑήσεται, καὶ μετὰ τῶν ϑηρίων μερὶς αὐτοῦ ἐν τῷ χόρτῳ τῆς γῆς.
Verse: 16    
καρδία αὐτοῦ ἀπὸ τῶν ἀνϑρώπων ἀλλοιωϑήσεται, καὶ καρδία ϑηρίου δοϑήσεται αὐτῷ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπ' αὐτόν.
Verse: 17    
διὰ συγκρίματος ιρ λόγος, καὶ ῥῆμα ἁγίων τὸ ἐπερώτημα, ἵνα γνῶσιν οἱ ζῶντες ὅτι κύριός ἐστιν ὕψιστος τῆς βασιλείας τῶν ἀνϑρώπων, καὶ ἐὰν δόξῃ, δώσει αὐτὴν καὶ ἐξουδένημα ἀνϑρώπων ἀναστήσει ἐπ' αὐτήν.
Verse: 18    
τοῦτο τὸ ἐνύπνιον, εἶδον ἐγὼ Ναβουχοδονοσορ βασιλεύς, καὶ σύ, Βαλτασαρ, τὸ σύγκριμα εἰπόν, ὅτι πάντες οἱ σοϕοὶ τῆς βασιλείας μου οὐ δύνανται τὸ σύγκριμα αὐτοῦ δηλῶσαί μοι, σὺ δέ, Δανιηλ, δύνασαι, ὅτι πνεῦμα ϑεοῦ ἅγιον ἐν σοί.
Verse: 19    
τότε Δανιηλ, οὗ τὸ ὄνομα Βαλτασαρ, ἀπηνεώϑη ὡσεὶ ὥραν μίαν, καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτόν. καὶ ἀπεκρίϑη βασιλεὺς καὶ εἶπεν Βαλτασαρ, τὸ ἐνύπνιον καὶ σύγκρισις μὴ κατασπευσάτω σε. καὶ ἀπεκρίϑη Βαλτασαρ καὶ εἶπεν Κύριε, τὸ ἐνύπνιον τοῖς μισοῦσίν σε καὶ σύγκρισις αὐτοῦ τοῖς ἐχϑροῖς σου.
Verse: 20    
τὸ δένδρον, εἶδες, τὸ μεγαλυνϑὲν καὶ τὸ ἰσχυκός, οὗ τὸ ὕψος ἔϕϑασεν εἰς τὸν οὐρανὸν καὶ τὸ κύτος αὐτοῦ εἰς πᾶσαν τὴν γῆν
Verse: 21    
καὶ τὰ ϕύλλα αὐτοῦ εὐϑαλῆ καὶ καρπὸς αὐτοῦ πολὺς καὶ τροϕὴ πᾶσιν ἐν αὐτῷ, ὑποκάτω αὐτοῦ κατῴκουν τὰ ϑηρία τὰ ἄγρια καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατεσκήνουν τὰ ὄρνεα τοῦ οὐρανοῦ,
Verse: 22    
σὺ εἶ, βασιλεῦ, ὅτι ἐμεγαλύνϑης καὶ ἴσχυσας καὶ μεγαλωσύνη σου ἐμεγαλύνϑη καὶ ἔϕϑασεν εἰς τὸν οὐρανὸν καὶ κυριεία σου εἰς τὰ πέρατα τῆς γῆς.
Verse: 23    
καὶ ὅτι εἶδεν βασιλεὺς ιρ καὶ ἅγιον καταβαίνοντα ἀπὸ τοῦ οὐρανοῦ, καὶ εἶπεν ᾽Εκτίλατε τὸ δένδρον καὶ διαϕϑείρατε αὐτό, πλὴν τὴν ϕυὴν τῶν ῥιζῶν αὐτοῦ ἐάσατε ἐν τῇ γῇ καὶ ἐν δεσμῷ σιδηρῷ καὶ χαλκῷ καὶ ἐν τῇ χλόῃ τῇ ἔξω, καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισϑήσεται, καὶ μετὰ ϑηρίων ἀγρίων μερὶς αὐτοῦ, ἕως οὗ ἑπτὰ καιροὶ ἀλλοιωϑῶσιν ἐπ' αὐτόν,
Verse: 24    
τοῦτο σύγκρισις αὐτοῦ, βασιλεῦ, καὶ σύγκριμα ὑψίστου ἐστίν, ἔϕϑασεν ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα,
Verse: 25    
καὶ σὲ ἐκδιώξουσιν ἀπὸ τῶν ἀνϑρώπων, καὶ μετὰ ϑηρίων ἀγρίων ἔσται κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσίν σε, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ αὐλισϑήσῃ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ, ἕως οὗ γνῷς ὅτι κυριεύει ὕψιστος τῆς βασιλείας τῶν ἀνϑρώπων, καὶ ἂν δόξῃ, δώσει αὐτήν.
Verse: 26    
καὶ ὅτι εἶπαν ᾽Εάσατε τὴν ϕυὴν τῶν ῥιζῶν τοῦ δένδρου, βασιλεία σού σοι μενεῖ, ἀϕ' ἧς ἂν γνῷς τὴν ἐξουσίαν τὴν οὐράνιον.
Verse: 27    
διὰ τοῦτο, βασιλεῦ, βουλή μου ἀρεσάτω σοι, καὶ τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων· ἴσως ἔσται μακρόϑυμος τοῖς παραπτώμασίν σου ϑεός.
Verse: 28    
ταῦτα πάντα ἔϕϑασεν ἐπὶ Ναβουχοδονοσορ τὸν βασιλέα.
Verse: 29    
μετὰ δωδεκάμηνον ἐπὶ τῷ ναῷ τῆς βασιλείας αὐτοῦ ἐν Βαβυλῶνι περιπατῶν
Verse: 30    
ἀπεκρίϑη βασιλεὺς καὶ εἶπεν Οὐχ αὕτη ἐστὶν Βαβυλὼν μεγάλη, ἣν ἐγὼ ᾠκοδόμησα εἰς οἶκον βασιλείας ἐν τῷ κράτει τῆς ἰσχύος μου εἰς τιμὴν τῆς δόξης μου;
Verse: 31    
ἔτι τοῦ λόγου ἐν στόματι τοῦ βασιλέως ὄντος ϕωνὴ ἀπ' οὐρανοῦ ἐγένετο Σοὶ λέγουσιν, Ναβουχοδονοσορ βασιλεῦ, βασιλεία παρῆλϑεν ἀπὸ σοῦ,
Verse: 32    
καὶ ἀπὸ τῶν ἀνϑρώπων σε ἐκδιώξουσιν, καὶ μετὰ ϑηρίων ἀγρίων κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσίν σε, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ, ἕως οὗ γνῷς ὅτι κυριεύει ὕψιστος τῆς βασιλείας τῶν ἀνϑρώπων, καὶ ἐὰν δόξῃ, δώσει αὐτήν.
Verse: 33    
αὐτῇ τῇ ὥρᾳ λόγος συνετελέσϑη ἐπὶ Ναβουχοδονοσορ, καὶ ἀπὸ τῶν ἀνϑρώπων ἐξεδιώχϑη καὶ χόρτον ὡς βοῦς ἤσϑιεν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάϕη, ἕως οὗ αἱ τρίχες αὐτοῦ ὡς λεόντων ἐμεγαλύνϑησαν καὶ οἱ ὄνυχες αὐτοῦ ὡς ὀρνέων.
Verse: 34    
καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ἐγὼ Ναβουχοδονοσορ τοὺς ὀϕϑαλμούς μου εἰς τὸν οὐρανὸν ἀνέλαβον, καὶ αἱ ϕρένες μου ἐπ' ἐμὲ ἐπεστράϕησαν, καὶ τῷ ὑψίστῳ εὐλόγησα καὶ τῷ ζῶντι εἰς τὸν αἰῶνα ᾔνεσα καὶ ἐδόξασα, ὅτι ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος καὶ βασιλεία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν,
Verse: 35    
καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ὡς οὐδὲν ἐλογίσϑησαν, καὶ κατὰ τὸ ϑέλημα αὐτοῦ ποιεῖ ἐν τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐν τῇ κατοικίᾳ τῆς γῆς, καὶ οὐκ ἔστιν ὃς ἀντιποιήσεται τῇ χειρὶ αὐτοῦ καὶ ἐρεῖ αὐτῷ Τί ἐποίησας;
Verse: 36    
αὐτῷ τῷ καιρῷ αἱ ϕρένες μου ἐπεστράϕησαν ἐπ' ἐμέ, καὶ εἰς τὴν τιμὴν τῆς βασιλείας μου ἦλϑον, καὶ μορϕή μου ἐπέστρεψεν ἐπ' ἐμέ, καὶ οἱ τύραννοί μου καὶ οἱ μεγιστᾶνές μου ἐζήτουν με, καὶ ἐπὶ τὴν βασιλείαν μου ἐκραταιώϑην, καὶ μεγαλωσύνη περισσοτέρα προσετέϑη μοι.
Verse: 37    
νῦν οὖν ἐγὼ Ναβουχοδονοσορ αἰνῶ καὶ ὑπερυψῶ καὶ δοξάζω τὸν βασιλέα τοῦ οὐρανοῦ, ὅτι πάντα τὰ ἔργα αὐτοῦ ἀληϑινὰ καὶ αἱ τρίβοι αὐτοῦ κρίσις, καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηϕανίᾳ δύναται ταπεινῶσαι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.