TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1184
Previous part

Chapter: 6 
Verse: 1    Καὶ Δαρεῖος Μῆδος παρέλαβεν τὴν βασιλείαν ὢν ἐτῶν ἑξήκοντα δύο.
Verse: 2    
καὶ ἤρεσεν ἐνώπιον Δαρείου καὶ κατέστησεν ἐπὶ τῆς βασιλείας σατράπας ἑκατὸν εἴκοσι τοῦ εἶναι αὐτοὺς ἐν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ
Verse: 3    
καὶ ἐπάνω αὐτῶν τακτικοὺς τρεῖς, ὧν ἦν Δανιηλ εἷς ἐξ αὐτῶν, τοῦ ἀποδιδόναι αὐτοῖς τοὺς σατράπας λόγον, ὅπως βασιλεὺς μὴ ἐνοχλῆται·
Verse: 4    
καὶ ἦν Δανιηλ ὑπὲρ αὐτούς, ὅτι πνεῦμα περισσὸν ἐν αὐτῷ, καὶ βασιλεὺς κατέστησεν αὐτὸν ἐϕ' ὅλης τῆς βασιλείας αὐτοῦ.
Verse: 5    
καὶ οἱ τακτικοὶ καὶ οἱ σατράπαι ἐζήτουν πρόϕασιν εὑρεῖν κατὰ Δανιηλ· καὶ πᾶσαν πρόϕασιν καὶ παράπτωμα καὶ ἀμβλάκημα οὐχ εὗρον κατ' αὐτοῦ, ὅτι πιστὸς ἦν.
Verse: 6    
καὶ εἶπον οἱ τακτικοί Οὐχ εὑρήσομεν κατὰ Δανιηλ πρόϕασιν εἰ μὴ ἐν νομίμοις ϑεοῦ αὐτοῦ.
Verse: 7    
τότε οἱ τακτικοὶ καὶ οἱ σατράπαι παρέστησαν τῷ βασιλεῖ καὶ εἶπαν αὐτῷ Δαρεῖε βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆϑι·
Verse: 8    
συνεβουλεύσαντο πάντες οἱ ἐπὶ τῆς βασιλείας σου στρατηγοὶ καὶ σατράπαι, ὕπατοι καὶ τοπάρχαι τοῦ στῆσαι στάσει βασιλικῇ καὶ ἐνισχῦσαι ὁρισμόν, ὅπως ὃς ἂν αἰτήσῃ αἴτημα παρὰ παντὸς ϑεοῦ καὶ ἀνϑρώπου ἕως ἡμερῶν τριάκοντα ἀλλ' παρὰ σοῦ, βασιλεῦ, ἐμβληϑήσεται εἰς τὸν λάκκον τῶν λεόντων·
Verse: 9    
νῦν οὖν, βασιλεῦ, στῆσον τὸν ὁρισμὸν καὶ ἔκϑες γραϕήν, ὅπως μὴ ἀλλοιωϑῇ τὸ δόγμα Μήδων καὶ Περσῶν.
Verse: 10    
τότε βασιλεὺς Δαρεῖος ἐπέταξεν γραϕῆναι τὸ δόγμα.
Verse: 11    
καὶ Δανιηλ, ἡνίκα ἔγνω ὅτι ἐνετάγη τὸ δόγμα, εἰσῆλϑεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ αἱ ϑυρίδες ἀνεῳγμέναι αὐτῷ ἐν τοῖς ὑπερῴοις αὐτοῦ κατέναντι Ιερουσαλημ, καὶ καιροὺς τρεῖς τῆς ἡμέρας ἦν κάμπτων ἐπὶ τὰ γόνατα αὐτοῦ καὶ προσευχόμενος καὶ ἐξομολογούμενος ἐναντίον τοῦ ϑεοῦ αὐτοῦ, καϑὼς ἦν ποιῶν ἔμπροσϑεν.
Verse: 12    
τότε οἱ ἄνδρες ἐκεῖνοι παρετήρησαν καὶ εὗρον τὸν Δανιηλ ἀξιοῦντα καὶ δεόμενον τοῦ ϑεοῦ αὐτοῦ.
Verse: 13    
καὶ προσελϑόντες λέγουσιν τῷ βασιλεῖ Βασιλεῦ, οὐχ ὁρισμὸν ἔταξας ὅπως πᾶς ἄνϑρωπος, ὃς ἂν αἰτήσῃ παρὰ παντὸς ϑεοῦ καὶ ἀνϑρώπου αἴτημα ἕως ἡμερῶν τριάκοντα ἀλλ' παρὰ σοῦ, βασιλεῦ, ἐμβληϑήσεται εἰς τὸν λάκκον τῶν λεόντων; καὶ εἶπεν βασιλεύς ᾽Αληϑινὸς λόγος, καὶ τὸ δόγμα Μήδων καὶ Περσῶν οὐ παρελεύσεται.
Verse: 14    
τότε ἀπεκρίϑησαν καὶ λέγουσιν ἐνώπιον τοῦ βασιλέως Δανιηλ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ιουδαίας οὐχ ὑπετάγη τῷ δόγματί σου περὶ τοῦ ὁρισμοῦ, οὗ ἔταξας, καὶ καιροὺς τρεῖς τῆς ἡμέρας αἰτεῖ παρὰ τοῦ ϑεοῦ αὐτοῦ τὰ αἰτήματα αὐτοῦ.
Verse: 15    
τότε βασιλεύς, ὡς τὸ ῥῆμα ἤκουσεν, πολὺ ἐλυπήϑη ἐπ' αὐτῷ καὶ περὶ τοῦ Δανιηλ ἠγωνίσατο τοῦ ἐξελέσϑαι αὐτὸν καὶ ἕως ἑσπέρας ἦν ἀγωνιζόμενος τοῦ ἐξελέσϑαι αὐτόν.
Verse: 16    
τότε οἱ ἄνδρες ἐκεῖνοι λέγουσιν τῷ βασιλεῖ Γνῶϑι, βασιλεῦ, ὅτι δόγμα Μήδοις καὶ Πέρσαις τοῦ πᾶν ὁρισμὸν καὶ στάσιν, ἣν ἂν βασιλεὺς στήσῃ, οὐ δεῖ παραλλάξαι.
Verse: 17    
τότε βασιλεὺς εἶπεν καὶ ἤγαγον τὸν Δανιηλ καὶ ἐνέβαλον αὐτὸν εἰς τὸν λάκκον τῶν λεόντων· καὶ εἶπεν βασιλεὺς τῷ Δανιηλ ῾Ο ϑεός σου, σὺ λατρεύεις ἐνδελεχῶς, αὐτὸς ἐξελεῖταί σε.
Verse: 18    
καὶ ἤνεγκαν λίϑον καὶ ἐπέϑηκαν ἐπὶ τὸ στόμα τοῦ λάκκου, καὶ ἐσϕραγίσατο βασιλεὺς ἐν τῷ δακτυλίῳ αὐτοῦ καὶ ἐν τῷ δακτυλίῳ τῶν μεγιστάνων αὐτοῦ, ὅπως μὴ ἀλλοιωϑῇ πρᾶγμα ἐν τῷ Δανιηλ.
Verse: 19    
καὶ ἀπῆλϑεν βασιλεὺς εἰς τὸν οἶκον αὐτοῦ καὶ ἐκοιμήϑη ἄδειπνος, καὶ ἐδέσματα οὐκ εἰσήνεγκαν αὐτῷ, καὶ ὕπνος ἀπέστη ἀπ' αὐτοῦ. καὶ ἀπέκλεισεν ϑεὸς τὰ στόματα τῶν λεόντων, καὶ οὐ παρηνώχλησαν τῷ Δανιηλ.
Verse: 20    
τότε βασιλεὺς ἀνέστη τὸ πρωὶ ἐν τῷ ϕωτὶ καὶ ἐν σπουδῇ ἦλϑεν ἐπὶ τὸν λάκκον τῶν λεόντων·
Verse: 21    
καὶ ἐν τῷ ἐγγίζειν αὐτὸν τῷ λάκκῳ ἐβόησεν ϕωνῇ ἰσχυρᾷ Δανιηλ δοῦλος τοῦ ϑεοῦ τοῦ ζῶντος, ϑεός σου, σὺ λατρεύεις ἐνδελεχῶς, εἰ ἠδυνήϑη ἐξελέσϑαι σε ἐκ στόματος τῶν λεόντων;
Verse: 22    
καὶ εἶπεν Δανιηλ τῷ βασιλεῖ Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆϑι·
Verse: 23    
ϑεός μου ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ, καὶ ἐνέϕραξεν τὰ στόματα τῶν λεόντων, καὶ οὐκ ἐλυμήναντό με, ὅτι κατέναντι αὐτοῦ εὐϑύτης ηὑρέϑη μοι· καὶ ἐνώπιον δὲ σοῦ, βασιλεῦ, παράπτωμα οὐκ ἐποίησα.
Verse: 24    
τότε βασιλεὺς πολὺ ἠγαϑύνϑη ἐπ' αὐτῷ καὶ τὸν Δανιηλ εἶπεν ἀνενέγκαι ἐκ τοῦ λάκκου· καὶ ἀνηνέχϑη Δανιηλ ἐκ τοῦ λάκκου, καὶ πᾶσα διαϕϑορὰ οὐχ εὑρέϑη ἐν αὐτῷ, ὅτι ἐπίστευσεν ἐν τῷ ϑεῷ αὐτοῦ.
Verse: 25    
καὶ εἶπεν βασιλεύς, καὶ ἠγάγοσαν τοὺς ἄνδρας τοὺς διαβαλόντας τὸν Δανιηλ, καὶ εἰς τὸν λάκκον τῶν λεόντων ἐνεβλήϑησαν, αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν· καὶ οὐκ ἔϕϑασαν εἰς τὸ ἔδαϕος τοῦ λάκκου ἕως οὗ ἐκυρίευσαν αὐτῶν οἱ λέοντες καὶ πάντα τὰ ὀστᾶ αὐτῶν ἐλέπτυναν.
Verse: 26    
τότε Δαρεῖος βασιλεὺς ἔγραψεν πᾶσι τοῖς λαοῖς, ϕυλαῖς, γλώσσαις, τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ Εἰρήνη ὑμῖν πληϑυνϑείη·
Verse: 27    
ἐκ προσώπου μου ἐτέϑη δόγμα τοῦ ἐν πάσῃ ἀρχῇ τῆς βασιλείας μου εἶναι τρέμοντας καὶ ϕοβουμένους ἀπὸ προσώπου τοῦ ϑεοῦ Δανιηλ, ὅτι αὐτός ἐστιν ϑεὸς ζῶν καὶ μένων εἰς τοὺς αἰῶνας, καὶ βασιλεία αὐτοῦ οὐ διαϕϑαρήσεται, καὶ κυριεία αὐτοῦ ἕως τέλους·
Verse: 28    
ἀντιλαμβάνεται καὶ ῥύεται καὶ ποιεῖ σημεῖα καὶ τέρατα ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ὅστις ἐξείλατο τὸν Δανιηλ ἐκ χειρὸς τῶν λεόντων.
Verse: 29    
καὶ Δανιηλ κατεύϑυνεν ἐν τῇ βασιλείᾳ Δαρείου καὶ ἐν τῇ βασιλείᾳ Κύρου τοῦ Πέρσου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.