TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1185
Previous part

Chapter: 7 
Verse: 1    ᾽Εν ἔτει πρώτῳ Βαλτασαρ βασιλέως Χαλδαίων Δανιηλ ἐνύπνιον εἶδεν, καὶ αἱ ὁράσεις τῆς κεϕαλῆς αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ, καὶ τὸ ἐνύπνιον ἔγραψεν
Verse: 2    
᾽Εγὼ Δανιηλ ἐϑεώρουν ἐν ὁράματί μου τῆς νυκτὸς καὶ ἰδοὺ οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλλον εἰς τὴν ϑάλασσαν τὴν μεγάλην.
Verse: 3    
καὶ τέσσαρα ϑηρία μεγάλα ἀνέβαινον ἐκ τῆς ϑαλάσσης διαϕέροντα ἀλλήλων.
Verse: 4    
τὸ πρῶτον ὡσεὶ λέαινα, καὶ πτερὰ αὐτῇ ὡσεὶ ἀετοῦ· ἐϑεώρουν ἕως οὗ ἐξετίλη τὰ πτερὰ αὐτῆς, καὶ ἐξήρϑη ἀπὸ τῆς γῆς καὶ ἐπὶ ποδῶν ἀνϑρώπου ἐστάϑη, καὶ καρδία ἀνϑρώπου ἐδόϑη αὐτῇ.
Verse: 5    
καὶ ἰδοὺ ϑηρίον δεύτερον ὅμοιον ἄρκῳ, καὶ εἰς μέρος ἓν ἐστάϑη, καὶ τρία πλευρὰ ἐν τῷ στόματι αὐτῆς ἀνὰ μέσον τῶν ὀδόντων αὐτῆς, καὶ οὕτως ἔλεγον αὐτῇ ᾽Ανάστηϑι ϕάγε σάρκας πολλάς.
Verse: 6    
ὀπίσω τούτου ἐϑεώρουν καὶ ἰδοὺ ἕτερον ϑηρίον ὡσεὶ πάρδαλις, καὶ αὐτῇ πτερὰ τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ τέσσαρες κεϕαλαὶ τῷ ϑηρίῳ, καὶ ἐξουσία ἐδόϑη αὐτῇ.
Verse: 7    
ὀπίσω τούτου ἐϑεώρουν καὶ ἰδοὺ ϑηρίον τέταρτον ϕοβερὸν καὶ ἔκϑαμβον καὶ ἰσχυρὸν περισσῶς, καὶ οἱ ὀδόντες αὐτοῦ σιδηροῖ μεγάλοι, ἐσϑίον καὶ λεπτῦνον καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει, καὶ αὐτὸ διάϕορον περισσῶς παρὰ πάντα τὰ ϑηρία τὰ ἔμπροσϑεν αὐτοῦ, καὶ κέρατα δέκα αὐτῷ.
Verse: 8    
προσενόουν τοῖς κέρασιν αὐτοῦ, καὶ ἰδοὺ κέρας ἕτερον μικρὸν ἀνέβη ἐν μέσῳ αὐτῶν, καὶ τρία κέρατα τῶν ἔμπροσϑεν αὐτοῦ ἐξερριζώϑη ἀπὸ προσώπου αὐτοῦ, καὶ ἰδοὺ ὀϕϑαλμοὶ ὡσεὶ ὀϕϑαλμοὶ ἀνϑρώπου ἐν τῷ κέρατι τούτῳ καὶ στόμα λαλοῦν μεγάλα.
Verse: 9    
ἐϑεώρουν ἕως ὅτου ϑρόνοι ἐτέϑησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάϑητο, καὶ τὸ ἔνδυμα αὐτοῦ ὡσεὶ χιὼν λευκόν, καὶ ϑρὶξ τῆς κεϕαλῆς αὐτοῦ ὡσεὶ ἔριον καϑαρόν, ϑρόνος αὐτοῦ ϕλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ ϕλέγον·
Verse: 10    
ποταμὸς πυρὸς εἷλκεν ἔμπροσϑεν αὐτοῦ, χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ· κριτήριον ἐκάϑισεν, καὶ βίβλοι ἠνεῴχϑησαν.
Verse: 11    
ἐϑεώρουν τότε ἀπὸ ϕωνῆς τῶν λόγων τῶν μεγάλων, ὧν τὸ κέρας ἐκεῖνο ἐλάλει, ἕως ἀνῃρέϑη τὸ ϑηρίον καὶ ἀπώλετο, καὶ τὸ σῶμα αὐτοῦ ἐδόϑη εἰς καῦσιν πυρός.
Verse: 12    
καὶ τῶν λοιπῶν ϑηρίων ἀρχὴ μετεστάϑη, καὶ μακρότης ζωῆς ἐδόϑη αὐτοῖς ἕως καιροῦ καὶ καιροῦ.
Verse: 13    
ἐϑεώρουν ἐν ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ μετὰ τῶν νεϕελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνϑρώπου ἐρχόμενος ἦν καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔϕϑασεν καὶ ἐνώπιον αὐτοῦ προσηνέχϑη.
Verse: 14    
καὶ αὐτῷ ἐδόϑη ἀρχὴ καὶ τιμὴ καὶ βασιλεία, καὶ πάντες οἱ λαοί, ϕυλαί, γλῶσσαι αὐτῷ δουλεύσουσιν· ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ βασιλεία αὐτοῦ οὐ διαϕϑαρήσεται.
Verse: 15    
ἔϕριξεν τὸ πνεῦμά μου ἐν τῇ ἕξει μου, ἐγὼ Δανιηλ, καὶ αἱ ὁράσεις τῆς κεϕαλῆς μου ἐτάρασσόν με.
Verse: 16    
καὶ προσῆλϑον ἑνὶ τῶν ἑστηκότων καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρ' αὐτοῦ περὶ πάντων τούτων, καὶ εἶπέν μοι τὴν ἀκρίβειαν καὶ τὴν σύγκρισιν τῶν λόγων ἐγνώρισέν μοι
Verse: 17    
Ταῦτα τὰ ϑηρία τὰ μεγάλα τὰ τέσσαρα, τέσσαρες βασιλεῖαι ἀναστήσονται ἐπὶ τῆς γῆς, αἳ ἀρϑήσονται·
Verse: 18    
καὶ παραλήμψονται τὴν βασιλείαν ἅγιοι ὑψίστου καὶ καϑέξουσιν αὐτὴν ἕως αἰῶνος τῶν αἰώνων.
Verse: 19    
καὶ ἐζήτουν ἀκριβῶς περὶ τοῦ ϑηρίου τοῦ τετάρτου, ὅτι ἦν διάϕορον παρὰ πᾶν ϑηρίον ϕοβερὸν περισσῶς, οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ, ἐσϑίον καὶ λεπτῦνον καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει,
Verse: 20    
καὶ περὶ τῶν κεράτων αὐτοῦ τῶν δέκα τῶν ἐν τῇ κεϕαλῇ αὐτοῦ καὶ τοῦ ἑτέρου τοῦ ἀναβάντος καὶ ἐκτινάξαντος τῶν προτέρων τρία, κέρας ἐκεῖνο, οἱ ὀϕϑαλμοὶ καὶ στόμα λαλοῦν μεγάλα καὶ ὅρασις αὐτοῦ μείζων τῶν λοιπῶν.
Verse: 21    
ἐϑεώρουν καὶ τὸ κέρας ἐκεῖνο ἐποίει πόλεμον μετὰ τῶν ἁγίων καὶ ἴσχυσεν πρὸς αὐτούς,
Verse: 22    
ἕως οὗ ἦλϑεν παλαιὸς τῶν ἡμερῶν καὶ τὸ κρίμα ἔδωκεν ἁγίοις ὑψίστου, καὶ καιρὸς ἔϕϑασεν καὶ τὴν βασιλείαν κατέσχον οἱ ἅγιοι.
Verse: 23    
καὶ εἶπεν Τὸ ϑηρίον τὸ τέταρτον, βασιλεία τετάρτη ἔσται ἐν τῇ γῇ, ἥτις ὑπερέξει πάσας τὰς βασιλείας καὶ καταϕάγεται πᾶσαν τὴν γῆν καὶ συμπατήσει αὐτὴν καὶ κατακόψει.
Verse: 24    
καὶ τὰ δέκα κέρατα αὐτοῦ, δέκα βασιλεῖς ἀναστήσονται, καὶ ὀπίσω αὐτῶν ἀναστήσεται ἕτερος, ὃς ὑπεροίσει κακοῖς πάντας τοὺς ἔμπροσϑεν, καὶ τρεῖς βασιλεῖς ταπεινώσει·
Verse: 25    
καὶ λόγους πρὸς τὸν ὕψιστον λαλήσει καὶ τοὺς ἁγίους ὑψίστου παλαιώσει καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμον, καὶ δοϑήσεται ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ καὶ καιρῶν καὶ ἥμισυ καιροῦ.
Verse: 26    
καὶ τὸ κριτήριον καϑίσει καὶ τὴν ἀρχὴν μεταστήσουσιν τοῦ ἀϕανίσαι καὶ τοῦ ἀπολέσαι ἕως τέλους.
Verse: 27    
καὶ βασιλεία καὶ ἐξουσία καὶ μεγαλωσύνη τῶν βασιλέων τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἐδόϑη ἁγίοις ὑψίστου, καὶ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, καὶ πᾶσαι αἱ ἀρχαὶ αὐτῷ δουλεύσουσιν καὶ ὑπακούσονται.
Verse: 28    
ἕως ὧδε τὸ πέρας τοῦ λόγου. ἐγὼ Δανιηλ, ἐπὶ πολὺ οἱ διαλογισμοί μου συνετάρασσόν με, καὶ μορϕή μου ἠλλοιώϑη ἐπ' ἐμοί, καὶ τὸ ῥῆμα ἐν τῇ καρδίᾳ μου συνετήρησα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.